μήνην ἀείδειν τανυσίπτερον ἔσπετε, Μοῦσαι,ἡδυεπεῖς κοῦραι Κρονίδεω Διός, ἵστορες ᾠδῆς·ἧς ἄπο αἴγλη γαῖαν ἑλίσσεται οὐρανόδεικτοςκρατὸς ἀπʼ ἀθανάτοιο, πολὺς δʼ ὑπὸ κόσμος ὄρωρεναἴγλης λαμπούσης· στίλβει δέ τʼ ἀλάμπετος ἀὴρχρυσέου ἀπὸ στεφάνου, ἀκτῖνες δʼ ἐνδιάονται,εὖτʼ ἂν ἀπʼ Ὠκεανοῖο λοεσσαμένη χρόα καλόν,εἵματα ἑσσαμένη τηλαυγέα δῖα Σελήνη,ζευξαμένη πώλους ἐριαύχενας, αἰγλήεντας,ἐσσυμένως προτέρωσʼ ἐλάσῃ καλλίτριχας ἵππους,ἑσπερίη, διχόμηνος· ὃ δὲ πλήθει μέγας ὄγμοςλαμπρόταταί τʼ αὐγαὶ τότʼ ἀεξομένης τελέθουσινοὐρανόθεν· τέκμωρ δὲ βροτοῖς καὶ σῆμα τέτυκται.τῇ ῥά ποτε Κρονίδης ἐμίγη φιλότητι καὶ εὐνῇ·ἣ δʼ ὑποκυσαμένη Πανδείην γείνατο κούρην,ἐκπρεπὲς εἶδος ἔχουσαν ἐν ἀθανάτοισι θεοῖσι.χαῖρε, ἄνασσα, θεὰ λευκώλενε, δῖα Σελήνη,πρόφρον, ἐυπλόκαμος· σέο δʼ ἀρχόμενος κλέα φωτῶνᾄσομαι ἡμιθέων, ὧν κλείουσʼ ἔργματʼ ἀοιδοί,Μουσάων θεράποντες, ἀπὸ στομάτων ἐροέντων.