ἥλιον ὑμνεῖν αὖτε Διὸς τέκος ἄρχεο Μοῦσα,Καλλιόπη, φαέθοντα, τὸν Εὐρυφάεσσα βοῶπιςγείνατο Γαίης παιδὶ καὶ Οὐρανοῦ ἀστερόεντος·γῆμε γὰρ Εὐρυφάεσσαν ἀγακλειτὴν Ὑπερίων,αὐτοκασιγνήτην, ἥ οἱ τέκε κάλλιμα τέκνα,Ἠῶ τε ῥοδόπηχυν ἐυπλόκαμόν τε ΣελήνηνἨέλιόν τʼ ἀκάμαντʼ, ἐπιείκελον ἀθανάτοισιν,ὃς φαίνει θνητοῖσι καὶ ἀθανάτοισι θεοῖσινἵπποις ἐμβεβαώς· σμερδνὸν δʼ ὅ γε δέρκεται ὄσσοιςχρυσέης ἐκ κόρυθος· λαμπραὶ δʼ ἀκτῖνες ἀπʼ αὐτοῦαἰγλῆεν στίλβουσι παρὰ κροτάφων δέ τʼ ἔθειραιλαμπραὶ ἀπὸ κρατὸς χαρίεν κατέχουσι πρόσωποντηλαυγές· καλὸν δὲ περὶ χροῒ λάμπεται ἔσθοςλεπτουργές, πνοιῇ ἀνέμων· ὕπο δʼ ἄρσενες ἵπποι.ἔνθʼ ἄρʼ ὅ γε στήσας χρυσόζυγον ἅρμα καὶ ἵππους,[αὔτοθι παύεται ἄκρου ἐπʼ οὐρανοῦ, εἰσόκεν αὖτις]θεσπέσιος πέμπῃσι διʼ οὐρανοῦ Ὠκεανόνδε.χαῖρε, ἄναξ, πρόφρων δὲ βίον θυμήρεʼ ὄπαζε.ἐκ σέο δʼ ἀρξάμενος κλῄσω μερόπων γένος ἀνδρῶνἡμιθέων, ὧν ἔργα θεαὶ θνητοῖσιν ἔδειξαν.