γαῖαν παμμήτειραν ἀείσομαι, ἠυθέμεθλον,πρεσβίστην, ἣ φέρβει ἐπὶ χθονὶ πάνθʼ ὁπόσʼ ἐστίν,ἠμὲν ὅσα χθόνα δῖαν ἐπέρχεται ἠδʼ ὅσα πόντονἠδʼ ὅσα πωτῶνται, τάδε φέρβεται ἐκ σέθεν ὄλβου.ἐκ σέο δʼ εὔπαιδές τε καὶ εὔκαρποι τελέθουσι,πότνια, σεῦ δʼ ἔχεται δοῦναι βίον ἠδʼ ἀφελέσθαιθνητοῖς ἀνθρώποισιν· ὃ δʼ ὄλβιος, ὅν κε σὺ θυμῷπρόφρων τιμήσῃς· τῷ τʼ ἄφθονα πάντα πάρεστι.βρίθει μέν σφιν ἄρουρα φερέσβιος ἠδὲ κατʼ ἀγροὺςκτήνεσιν εὐθηνεῖ, οἶκος δʼ ἐμπίπλαται ἐσθλῶν·αὐτοὶ δʼ εὐνομίῃσι πόλιν κάτα καλλιγύναικακοιρανέουσʼ, ὄλβος δὲ πολὺς καὶ πλοῦτος ὀπηδεῖ·παῖδες δʼ εὐφροσύνῃ νεοθηλέι κυδιόωσιπαρθενικαί τε χοροῖς πολυανθέσιν εὔφρονι θυμῷπαίζουσαι σκαίρουσι κατʼ ἄνθεα μαλθακὰ ποίης,οὕς κε σὺ τιμήσῃς, σεμνὴ θεά, ἄφθονε δαῖμον.χαῖρε, θεῶν μήτηρ, ἄλοχʼ Οὐρανοῦ ἀστερόεντος,πρόφρων δʼ ἀντʼ ᾠδῆς βίοτον θυμήρεʼ ὄπαζε·αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.