ἑστίη, ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσινἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπωνἕδρην ἀίδιον ἔλαχες, πρεσβηίδα τιμήν,καλὸν ἔχουσα γέρας καὶ τίμιον· οὐ γὰρ ἄτερ σοῦεἰλαπίναι θνητοῖσιν, ἵν’ οὐ πρώτῃ πυμάτῃ τεἙστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·καὶ σύ μοι, Ἀργειφόντα, Διὸς καὶ Μαιάδος υἱέ,ἄγγελε τῶν μακάρων, χρυσόρραπι, δῶτορ ἐάων,ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε.ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισινεἰδότες· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπωνεἰδότες ἔργματα καλὰ νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.χαῖρε, Κρόνου θύγατερ, σύ τε καὶ χρυσόρραπις Ἑρμῆς·αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.