Παλλάδ’ Ἀθηναίην, κυδρὴν θεόν, ἄρχομ’ ἀείδεινγλαυκῶπιν, πολύμητιν, ἀμείλιχον ἦτορ ἔχουσαν,παρθένον αἰδοίην, ἐρυσίπτολιν, ἀλκήεσσαν,Τριτογενῆ, τὴν αὐτὸς ἐγείνατο μητίετα Ζεὺςσεμνῆς ἐκ κεφαλῆς, πολεμήια τεύχε’ ἔχουσαν,χρύσεα, παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶνταςἀθανάτους· ἣ δὲ πρόσθεν Διὸς αἰγιόχοιοἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου,σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμποςδεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖασμερδαλέον ἰάχησεν· ἐκινήθη δ’ ἄρα πόντος,κύμασι πορφυρέοισι κυκώμενος· ἔκχυτο δ’ ἅλμηἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸςἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρηεἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχηΠαλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.καὶ σὺ μὲν οὕτω χαῖρε, Διὸς τέκος αἰγιόχοιο·αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.