Ἄρτεμιν ἀείδω χρυσηλάκατον, κελαδεινήν,παρθένον αἰδοίην, ἐλαφηβόλον, ἰοχέαιραν,αὐτοκασιγνήτην χρυσαόρου Ἀπόλλωνος,ἣ κατ’ ὄρη σκιόεντα καὶ ἄκριας ἠνεμοέσσαςἄγρῃ τερπομένη παγχρύσεα τόξα τιταίνειπέμπουσα στονόεντα βέλη· τρομέει δὲ κάρηναὑψηλῶν ὀρέων, ἰάχει δ’ ἔπι δάσκιος ὕληδεινὸν ὑπὸ κλαγγῆς θηρῶν, φρίσσει δέ τε γαῖαπόντος τ’ ἰχθυόεις· ἣ δ’ ἄλκιμον ἦτορ ἔχουσαπάντη ἐπιστρέφεται θηρῶν ὀλέκουσα γενέθλην.αὐτὰρ ἐπὴν τερφθῇ θηροσκόπος ἰοχέαιρα,εὐφρήνῃ δὲ νόον, χαλάσασ’ εὐκαμπέα τόξαἔρχεται ἐς μέγα δῶμα κασιγνήτοιο φίλοιο,Φοίβου Ἀπόλλωνος, Δελφῶν ἐς πίονα δῆμον,Μουσῶν καὶ Χαρίτων καλὸν χορὸν ἀρτυνέουσα.ἔνθα κατακρεμάσασα παλίντονα τόξα καὶ ἰοὺςἡγεῖται χαρίεντα περὶ χροῒ κόσμον ἔχουσα,ἐξάρχουσα χορούς· αἳ δ’ ἀμβροσίην ὄπ’ ἰεῖσαιὑμνεῦσιν Λητὼ καλλίσφυρον, ὡς τέκε παῖδαςἀθανάτων βουλῇ τε καὶ ἔργμασιν ἔξοχ’ ἀρίστους.χαίρετε, τέκνα Διὸς καὶ Λητοῦς ἠυκόμοιο·αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.