κισσοκόμην Διόνυσον ἐρίβρομον ἄρχομʼ ἀείδειν,Ζηνὸς καὶ Σεμέλης ἐρικυδέος ἀγλαὸν υἱόν,ὃν τρέφον ἠύκομοι Νύμφαι παρὰ πατρὸς ἄνακτοςδεξάμεναι κόλποισι καὶ ἐνδυκέως ἀτίταλλονΝύσης ἐν γυάλοις· ὃ δʼ ἀέξετο πατρὸς ἕκητιἄντρῳ ἐν εὐώδει μεταρίθμιος ἀθανάτοισιν.αὐτὰρ ἐπειδὴ τόνδε θεαὶ πολύυμνον ἔθρεψαν,δὴ τότε φοιτίζεσκε καθʼ ὑλήεντας ἐναύλους,κισσῷ καὶ δάφνῃ πεπυκασμένος· αἳ δʼ ἅμʼ ἕποντοΝύμφαι, ὃ δʼ ἐξηγεῖτο· βρόμος δʼ ἔχεν ἄσπετον ὕλην.καὶ σὺ μὲν οὕτω χαῖρε, πολυστάφυλʼ ὦ Διόνυσε·δὸς δʼ ἡμᾶς χαίροντας ἐς ὥρας αὖτις ἱκέσθαι,ἐκ δʼ αὖθʼ ὡράων εἰς τοὺς πολλοὺς ἐνιαυτούς.