μουσάων ἄρχωμαι Ἀπόλλωνός τε Διός τε·ἐκ γὰρ Μουσάων καὶ ἑκηβόλου Ἀπόλλωνοςἄνδρες ἀοιδοὶ ἔασιν ἐπὶ χθονὶ καὶ κιθαρισταί,ἐκ δὲ Διὸς βασιλῆες· ὃ δʼ ὄλβιος, ὅν τινα Μοῦσαιφίλωνται· γλυκερή οἱ ἀπὸ στόματος ῥέει αὐδή.χαίρετε, τέκνα Διός, καὶ ἐμὴν τιμήσατʼ ἀοιδήν·αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομʼ ἀοιδῆς.