Ἑστίη, ἥτε ἄνακτος Ἀπόλλωνος ἑκάτοιοΠυθοῖ ἐν ἠγαθέῃ ἱερὸν δόμον ἀμφιπολεύεις,αἰεὶ σῶν πλοκάμων ἀπολείβεται ὑγρὸν ἔλαιον·ἔρχεο τόνδʼ ἀνὰ οἶκον, ἕνʼ ἔρχεο θυμὸν ἔχουσασὺν Διὶ μητιόεντι· χάριν δʼ ἅμʼ ὄπασσον ἀοιδῇ.