Ἥφαιστον κλυτόμητιν ἀείσεο, Μοῦσα λίγεια,ὃς μετʼ Ἀθηναίης γλαυκώπιδος ἀγλαὰ ἔργαἀνθρώπους ἐδίδαξεν ἐπὶ χθονός, οἳ τὸ πάρος περἄντροις ναιετάασκον ἐν οὔρεσιν, ἠύτε θῆρες.νῦν δὲ διʼ Ἥφαιστον κλυτοτέχνην ἔργα δαέντεςῥηιδίως αἰῶνα τελεσφόρον εἰς ἐνιαυτὸνεὔκηλοι διάγουσιν ἐνὶ σφετέροισι δόμοισιν.ἀλλʼ ἵληθʼ, Ἥφαιστε· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.