ἰητῆρα νόσων Ἀσκληπιὸν ἄρχομʼ ἀείδειν,υἱὸν Ἀπόλλωνος, τὸν ἐγείνατο δῖα ΚορωνὶςΔωτίῳ ἐν πεδίῳ, κούρη Φλεγύου βασιλῆος,χάρμα μέγʼ ἀνθρώποισι, κακῶν θελκτῆρʼ ὀδυνάων.καὶ σὺ μὲν οὕτω χαῖρε, ἄναξ· λίτομαι δέ σʼ ἀοιδῇ.