Ἡρακλέα, Διὸς υἱόν, ἀείσομαι, ὃν μέγʼ ἄριστονγείνατʼ ἐπιχθονίων Θήβῃς ἔνι καλλιχόροισινἈλκμήνη μιχθεῖσα κελαινεφέι Κρονίωνι·ὃς πρὶν μὲν κατὰ γαῖαν ἀθέσφατον ἠδὲ θάλασσανπλαζόμενος πομπῇσιν ὕπʼ Εὐρυσθῆος ἄνακτοςπολλὰ μὲν αὐτὸς ἔρεξεν ἀτάσθαλα, πολλὰ δʼ ἀνέτλη·νῦν δʼ ἤδη κατὰ καλὸν ἕδος νιφόεντος Ὀλύμπουναίει τερπόμενος καὶ ἔχει καλλίσφυρον Ἥβην.χαῖρε, ἄναξ, Διὸς υἱέ· δίδου δʼ ἀρετήν τε καὶ ὄλβον.