μητέρα μοι πάντων τε θεῶν πάντων τʼ ἀνθρώπωνὕμνει, Μοῦσα λίγεια, Διὸς θυγάτηρ μεγάλοιο,ᾗ κροτάλων τυπάνων τʼ ἰαχὴ σύν τε βρόμος αὐλῶνεὔαδεν ἠδὲ λύκων κλαγγὴ χαροπῶν τε λεόντωνοὔρεά τʼ ἠχήεντα καὶ ὑλήεντες ἔναυλοι.καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ.