Ἥρην ἀείδω χρυσόθρονον, ἣν τέκε Ῥείη,ἀθανάτων βασίλειαν, ὑπείροχον εἶδος ἔχουσαν,Ζηνὸς ἐριγδούποιο κασιγνήτην ἄλοχόν τε,κυδρήν, ἣν πάντες μάκαρες κατὰ μακρὸν Ὄλυμπονἁζόμενοι τίουσιν ὁμῶς Διὶ τερπικεραύνῳ.