κυπρογενῆ Κυθέρειαν ἀείσομαι, ἥτε βροτοῖσιμείλιχα δῶρα δίδωσιν, ἐφ’ ἱμερτῷ δὲ προσώπῳαἰεὶ μειδιάει καὶ ἐφ’ ἱμερτὸν θέει ἄνθος.χαῖρε, θεά, Σαλαμῖνος ἐυκτιμένης μεδέουσαεἰναλίης τε Κύπρου· δὸς δ’ ἱμερόεσσαν ἀοιδήν.αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.