Ἄρτεμιν ὕμνει, Μοῦσα, κασιγνήτην Ἑκάτοιο.παρθένον ἰοχέαιραν, ὁμότροφον Ἀπόλλωνος,ἥθʼ ἵππους ἄρσασα βαθυσχοίνοιο Μέλητοςῥίμφα διὰ Σμύρνης παγχρύσεον ἅρμα διώκειἐς Κλάρον ἀμπελόεσσαν, ὅθʼ ἀργυρότοξος Ἀπόλλωνἧσται μιμνάζων ἑκατηβόλον ἰοχέαιραν.καὶ σὺ μὲν οὕτω χαῖρε θεαί θʼ ἅμα πᾶσαι ἀοιδῇ·αὐτὰρ ἐγώ σε πρῶτα καὶ ἐκ σέθεν ἄρχομʼ ἀείδειν,σεῦ δʼ ἐγὼ ἀρξάμενος μεταβήσομαι ἄλλον ἐς ὕμνον.