Ἆρες ὑπερμενέτα, βρισάρματε, χρυσεοπήληξ,ὀβριμόθυμε, φέρασπι, πολισσόε, χαλκοκορυστά,καρτερόχειρ, ἀμόγητε, δορισθενές, ἕρκος Ὀλύμπου,Νίκης εὐπολέμοιο πάτερ, συναρωγὲ Θέμιστος,ἀντιβίοισι τύραννε, δικαιοτάτων ἀγὲ φωτῶν,ἠνορέης σκηπτοῦχε, πυραυγέα κύκλον ἑλίσσωναἰθέρος ἑπταπόροις ἐνὶ τείρεσιν, ἔνθα σε πῶλοιζαφλεγέες τριτάτης ὑπὲρ ἄντυγος αἰὲν ἔχουσι·κλῦθι, βροτῶν ἐπίκουρε, δοτὴρ εὐθαρσέος ἥβης,πρηὺ καταστίλβων σέλας ὑψόθεν ἐς βιότηταἡμετέρην καὶ κάρτος ἀρήιον, ὥς κε δυναίμηνσεύασθαι κακότητα πικρὴν ἀπʼ ἐμοῖο καρήνου,καὶ ψυχῆς ἀπατηλὸν ὑπογνάμψαι φρεσὶν ὁρμήν,θυμοῦ τ᾽ αὖ μένος ὀξὺ κατισχέμεν, ὅς μʼ ἐρέθῃσιφυλόπιδος κρυερῆς ἐπιβαινέμεν· ἀλλὰ σὺ θάρσοςδός, μάκαρ, εἰρήνης τε μένειν ἐν ἀπήμοσι θεσμοῖςδυσμενέων προφυγόντα μόθον Κῆράς τε βιαίους.