αἰδοίην, χρυσοστέφανον, καλὴν Ἀφροδίτηνᾄσομαι, ἣ πάσης Κύπρου κρήδεμνα λέλογχενεἰναλίης, ὅθι μιν Ζεφύρου μένος ὑγρὸν ἀέντοςἤνεικεν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσηςἀφρῷ ἔνι μαλακῷ· τὴν δὲ χρυσάμπυκες Ὧραιδέξαντ’ ἀσπασίως, περὶ δ’ ἄμβροτα εἵματα ἕσσαν·κρατὶ δ’ ἐπ’ ἀθανάτῳ στεφάνην εὔτυκτον ἔθηκανκαλήν, χρυσείην· ἐν δὲ τρητοῖσι λοβοῖσινἄνθεμ’ ὀρειχάλκου χρυσοῖό τε τιμήεντος·δειρῇ δ’ ἀμφ’ ἁπαλῇ καὶ στήθεσιν ἀργυφέοισινὅρμοισι χρυσέοισιν ἐκόσμεον, οἷσί περ αὐταὶὯραι κοσμείσθην χρυσάμπυκες, ὁππότ’ ἴοιενἐς χορὸν ἱμερόεντα θεῶν καὶ δώματα πατρός.αὐτὰρ ἐπειδὴ πάντα περὶ χροῒ κόσμον ἔθηκαν,ἦγον ἐς ἀθανάτους· οἳ δ’ ἠσπάζοντο ἰδόντεςχερσί τ’ ἐδεξιόωντο καὶ ἠρήσαντο ἕκαστοςεἶναι κουριδίην ἄλοχον καὶ οἴκαδ’ ἄγεσθαι,εἶδος θαυμάζοντες ἰοστεφάνου Κυθερείης.χαῖρ’ ἑλικοβλέφαρε, γλυκυμείλιχε· δὸς δ’ ἐν ἀγῶνινίκην τῷδε φέρεσθαι, ἐμὴν δ’ ἔντυνον ἀοιδήν.αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.