οἳ μὲν γὰρ Δρακάνῳ σʼ, οἳ δʼ Ἰκάρῳ ἠνεμοέσσῃφάσʼ, οἳ δʼ ἐν Νάξῳ, δῖον γένος, εἰραφιῶτα,οἳ δέ σʼ ἐπʼ Ἀλφειῷ ποταμῷ βαθυδινήεντικυσαμένην Σεμέλην τεκέειν Διὶ τερπικεραύνῳ·ἄλλοι δʼ ἐν Θήβῃσιν, ἄναξ, σε λέγουσι γενέσθαι,ψευδόμενοι· σὲ δʼ ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τεπολλὸν ἀπʼ ἀνθρώπων, κρύπτων λευκώλενον Ἥρην.ἔστι δέ τις Νύση, ὕπατον ὄρος, ἀνθέον ὕλῃ,τηλοῦ Φοινίκης, σχεδὸν Αἰγύπτοιο ῥοάων,καί οἱ ἀναστήσουσιν ἀγάλματα πόλλʼ ἐνὶ νηοῖς.ὣς δὲ τὰ μὲν τρία, σοὶ πάντως τριετηρίσιν αἰεὶἄνθρωποι ῥέξουσι τεληέσσας ἑκατόμβας.ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων·ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτοςκρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον.ὣς εἰπὼν ἐπένευσε καρήατι μητίετα Ζεύς.ἵληθʼ, εἰραφιῶτα, γυναιμανές· οἱ δέ σʼ ἀοιδοὶᾄδομεν ἀρχόμενοι λήγοντές τʼ· οὐδέ πῃ ἔστισεῖʼ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.καὶ σὺ μὲν οὕτω χαῖρε, Διώνυσʼ εἰραφιῶτα,σὺν μητρὶ Σεμέλῃ, ἥν περ καλέουσι Θυώνην.