οὐ μὴν ἀλλ’ ἐκεῖν’ ἔχω περὶ αὐτῆς εἰπεῖν, ὅτι χρησιμωτέραν οὐκ ἂν εὕροις ταύτης οὔτε τοῖς Ἕλλησιν οὔτε τοῖς σοῖς πράγμασιν· ᾧ μάλιστα προσεκτέον τὸν νοῦν ἐστίν. οὐ γὰρ μόνον συναγωνιζομένη γίγνοιτ’ ἂν αἰτία σοι πολλῶν ἀγαθῶν,