ἡγοῦμαι δὲ δεῖν πρὸς μὲν τοὺς πικρῶς τῆς πόλεως ἡμῶν κατηγοροῦντας ἐκείνους ἀντιτάττεσθαι τοὺς πάντα τἀναντί’ εἶναι λέγοντας καὶ τοὺς μήτε μεῖζον μήτ’ ἔλαττον αὐτὴν ἠδικηκέναι φάσκοντας· ἐγὼ δ’ οὐδὲν ἂν εἴποιμι τοιοῦτον· αἰσχυνθείην γὰρ ἄν, εἰ τῶν ἄλλων μηδὲ τοὺς θεοὺς ἀναμαρτήτους εἶναι νομιζόντων αὐτὸς τολμῴην λέγειν, ὡς οὐδὲν πώποθ’ ἡ πόλις ἡμῶν πεπλημμέληκεν.