[πηλόροισʼ ἐνὶ] [Σάρδεσιν][ναίει, πόλλακι] τυίδε [νῶν] ἔχοισα,ὤς ποτʼ ἐζώομεν βίον, ἆς ἔχεσὲ θέᾳ ϝικέλαν ἀριγνώτᾳ,σᾷ δὲ μάλιστʼ ἔχαιρε μόλπᾳ.νῦν δὲ Λύδαισιν ἐμπρέπεται γυναίκεσσινὤς ποτʼ ἀελίωδύντος ἀ βροδοδάκτυλος σελάνναπὰρ τὰ περρέχοισʼ ἄστρα, φάος δʼ ἐπίσχειθάλασσαν ἐπʼ ἀλμύρανἴσως καὶ πολυανθέμοις ἀρούραις,ἀ δʼ ἐέρσα κάλα κέχυται τεθάλαισιδὲ βρόδα κἄπαλʼ ἄνθρυσκακαὶ μελίλωτος ἀνθεμώδης.πόλλα δὲ ζαφοίταισʼ ἀγάνας ἐπιμνάσθεισʼἌτθιδος ἰμμέρω,λέπταν ποι φρένα κῆρʼ ἄσᾳ βόρηται.κῆθι τʼ ἔλθην ἄμμʼ ὀξυβόη· τὰ δʼ οὐνῷν γʼ ἄπυστα νὺξ [πολύως]γαρύει διʼ ἄλος [[παρερρεοίσας].]