[Ἄτθιδʼ οὔποτʼ ἄρʼ [ὄψομαι],]τεθνάκην δʼ ἀδόλως θέλω.ἄ με ψισδομένα κατελίππανενπόλλα, καὶ τόδʼ ἔειπέ [μοι·]‘Ὤιμʼ, ὠς δεῖνα [πεπόνθαμεν]·Ψάπφʼ, ἦ μάν σʼ ἀέκοισʼ ἀπυλιππάνω.’τὰν δʼ ἔγω τάδʼ ἀμειβόμαν·Χαίροισʼ ἔρχεο κἄμεθενμέμναισʼ· οἶσθα γὰρ ὤς ⟨τʼ⟩ ἐπεδήπομεν.αἰ δὲ μή, ἀλλά σʼ ἔγω θέλωὄμναισαι [τὰ σὺ] [λάθεαι],ὄσσʼ [ἄμμες φίλα] καὶ κάλʼ ἐπάσχομεν·[πόλλοις ἂ στεφάνοις] ἴωνκαὶ [βρόδων γλυκίων] γʼ ὔμοικὰπ [πλόκων] πὰρ ἔμοι περεθήκαο,καὶ πόλλαις ὐπαθύμιδαςπλέκταις ἀμφʼ ἀπάλᾳ δέρᾳἀνθέων [ἐκατον] πεποημμέναις,καὶ πόλλῳ [νέαρον] σὺ χρῶβρενθείω [προχόῳ μύρῳ]ἐξαλείψαο [καὶ βασιληΐω,]