. . . ‘Ψάπφʼ, ἦ μὰν οὔτως ἔγω οὔ σε φιλήσω.ὦ φαῖνʼ ἄμμι, κὴξ εὔναν λῦϊε τέαν[πεφιλημμέναν] ἴσχυν, ὔδατι δὲκρίνον [ὠς ἀκήρατον] παρὰ κράνανπέπλον Χῖον ἀπύσχοισα λούεο·καὶ Κλεΐς σάων καβφέροισα γρῦτανκροκόεντα λώπεά σʼ ἐββάλη καὶπέπλον πορφύριον· κὰββεβλημμένᾳχλαίνᾳ πέρ σʼ [ἐξακρισάντων] ἄνθινοιστέφανοι [περὶ κρᾶτά σοι] δέθεντες,κἄλθʼ ὄσᾳ [μαίνης μʼ ἄδεα καλλόνᾳ].φρῦσσον, ὦ [Πραξίνω, κάρυʼ] ἄμμιν, ὠςπαρθένων [πότον ἀδίω ποήσω]·ἔκ τινος γὰρ θέων [ταῦτʼ ἄμμι], τέκνον·ἦ μὰν τᾷδʼ [ἀμέρᾳ προτὶ] φιλτάτανΜυτιλάνναν [πολίων ηὔξατʼ] ἤδηγυναίκων ἀ [καλίστα Ψάπφʼ] ἀπύβηνπεδʼ [ἀμμέων, ἀ μάτηρ] πεδὰ τῶν τέκνων.’[φίλτατʼ Ἄτθι, μῶν ἄρα] ταῦτα τὰ πρὶν[ἐπιλάθεαι πάντʼ ἢ] ὀμμναίσαʼ ἔτι; . . .