. . . Κύπρο.[ . . . ]κᾶρυξ [ἦλθε] [θόων συνάμι [μελέων]] ἔθειςἸδάοις τάδε [κᾶλα] [φόρεις] τάχυς ἄγγελος. . .τᾶς τʼ ἄλλας Ἀσίας [τάδʼ] ἔσαν κλέος ἄφθιτον.‘Ἔκτωρ κοὶ συνέταιροι ἄγοισʼ ἐλικώπιδαΘήβας ἐξ ἰάρας Πλακίας τʼ ἀπʼ ἀϊνάωἄβραν Ἀνδρομάχαν ἐνὶ ναῦσιν ἐπʼ ἄλμυρονπόντον· πόλλα δʼ [ἐλίγματα] χρύσια κἄμματα[πορφύρα] λία τʼ αὖ [τρόνα], ποίκιλʼ ἀθρήματα,[ἀργύρα τʼ] ἀνάριθμα ποτήρια κἀλέφαις.’ὠς εἶπʼ· ὀτραλέως δʼ ὀνόρουσε [πάτηρ] φίλος,φάμα δʼ ἦλθε κατὰ πτόλιν εὐρύχορον ϝίλω.αὔτικʼ Ἰλιάδαι σατίναις ὐπʼ εὐτρόχοιςἆγον αἰμιόνοις, ἐπέβαινε δὲ παῖς ὄχλοςγυναίκων τʼ ἄμα παρθενίκαν τε τανυσφύρων·χῶρις δʼ αὖ Περάμοιο θύγατρες [ἐπήϊσαν.][ἴπποις] δʼ ἄνδρες ὔπαγον ὐπʼ [ἄρματα, σὺν δʼ ἴσαν][πάντες] ἀΐθεοι· μεγάλωστι δʼ [ἴεν μέγας][δᾶμος] κἀνίοχοι [φαλάροισι κεκαδμέναις][πώλοις [ἐξαγον]. . . .]. . .[. . . καὶ] κασία λίβανός τʼ ὀνελίχνυτο.γύναικες δʼ ἐλέλυσδον ὄσαι προγενέστεραιπάντες δʼ ἄνδρες ἐπήρατον ἴαχον ὄρθιονπάωνʼ ὀγκαλέοντες ἐκάβολον εὐλύραν,ὔμνην δʼ Ἔκτορα κʼ Ἀνδρομάχαν [θεοεικέλοις.]