Οἰ μὲν ἰππήων στρότον οἰ δὲ πέσδωνοἰ δὲ νάων φαῖσʼ ἐπὶ γᾶν μέλαινανἔμμεναι κάλλιστον· ἔγω δὲ κῆνʼ ὄττωτις ἔραται.πάγχυ δʼ εὔμαρες σύνετον πόησαιπάντι τοῦτʼ· ἀ γὰρ πόλυ περσκόπεισακάλλος ἀνθρώπων Ἐλένα τὸν ἄνδρα[κρίννε κάλλιστον][ὃς τὸ πὰν] σέβας Τροΐας ὄλεσσε,[κωὐδὲ παῖδος] οὐδὲ φίλων τοκήων[μᾶλλον] ἐμνάσθη, ἀλλὰ παράγαγʼ αὔταν[πῆλε φίλεισαν][Ὦρος· εὔκαμπτον] γὰρ [ἀεὶ τὸ θῆλυ][αἴ κέ] τις κούφως [τὸ πάρον νοήση]·[ἄμμε] νυν, [ϝανακτορία, τὺ] μέμναισʼ[οὐ] παρεοίσαις,[τᾶς] κε βολλοίμαν ἔρατόν τε βᾶμακἀμάρυγμα λάμπρον ἴδην προσώπωἢ τὰ Λύδων ἄρματα κἂν ὄπλοισι[πεσδομάχεντας]·[εὖ μὲν ἴδμεν] οὐ δύνατον γένεσθαι