[Χρύσιαι] Νηρήϊδες, [ἀβλάβην μοι][τὸν κασίγνητον] δότε τυίδʼ [ἴκεσθαι,][κὤσσα μὲν] ᾧ θύμῳ κε θέλη γένεσθαι,[ταῦτα τελέσθην]·[ὄσσα δὲ πρόσθʼ] ἄμβροτε, πάντα [λῦσαι,][καὶ φίλοισι] ϝοῖσι χάραν γένεσθαι[καὶ δύαν ἔχθροισι]· γένοιτο δʼ ἄμμι[δύσκλεα μήδεις].[τὰν κασιγνήταν] δὲ θέλοι [πόησθαι][ἔμμορον] τίμας· ὀνίαν δὲ λύγραν[καὶ λόγοις] ὄτοισι πάροιθʼ ἀχεύων[ἄμμον ἐδάμνα][κῆρ ὄνειδος] εἰσαΐων τό κʼ ἐν χρῷ[κέρρεν, ἀλλʼ] ἐπʼ [ἀγλαΐᾳ] πολίταν[ἀββάλην ἄλλως], [ὄτα] νῆ κε δαῦτʼ [οὔδενδιὰ μάκρω]·[καὶ συνάορον], αἴ [κε θέλη, ἀξίοισι][ἐν λέχεσσʼ ἔχην]· σὺ [δέ], [κύννʼ [ἔρεμνα]],[ρῖνα πρὸς γάᾳ] [θεμένα] [κακάνθην][ἄλλα πεδάγρη].