Φαίνεταί μοι κῆνος ἴσος θέοισινἔμμεν ὤνηρ ὄττις ἐνάντιός τοιἰζάνει καὶ πλάσιον ἆδυ φωνείσαςὐπακούεικαὶ γελαίσας ἰμμέροεν, τὸ δὴ ʼμὰνκάρζαν ἐν στήθεσσιν ἐπεπτόασεν·ὠς γὰρ ἔς τʼ ἴδω, Βρόχεʼ, ὤς με φώναςοὖδεν ἔτʼ ἴκει,ἀλλὰ κὰμ μὲν γλῶσσα ϝέαγε, λέπτονδʼ αὔτικα χρῷ πῦρ ὐπαδεδρόμακεν,ὀππάτεσσι δʼ οὖδεν ὄρημμʼ, ἐπιρρόμβεισιδʼ ἄκουαι,ἀ δέ μʼ ἴδρως κακχέεται, τρόμος δὲπαῖσαν ἄγρη, χλωροτέρα δὲ ποίαςἔμμι, τεθνάκην δʼ ὀλίγω ʼπιδεύϝηνφαίνομαι·—ἀλλὰ⟨πάντα νῦν τολμάτεʼ⟩, ἐπεὶ πένησα.