Ποικιλόθρονʼ ἀθάνατʼ Ἀφρόδιτα,παῖ Δίος δολόπλοκα, λίσσομαί σε·μή μʼ ἄσαισι μηδʼ ὀνίαισι δάμνα,πότνια, θῦμον,ἀλλὰ τυίδʼ ἔλθʼ, αἴ ποτα κἀτέροττατᾶς ἔμας αὔδως ἀίοισα πήλυιἔκλυες, πάτρος δὲ δόμον λίποισαχρύσιον ἦλθεςἄρμʼ ὐπασδεύξαισα, κάλω δέ σʼ ἆγονὤκεε στροῦθω προτὶ γᾶν μέλαινανπύκνα δίννεντε πτέρʼ ἀπʼ ὀρράνω αἴθεροςδιὰ μέσσω,αἶψα δʼ ἐξίκοντο· σὺ δʼ, ὦ μάκαιρα,μειδιάσαισʼ ἀθανάτῳ προσώπῳἤρεʼ ὄττι δηὖτε πέπονθα, κὤττιδηὖτε κάλημμι,κὤττʼ ἔμῳ μάλιστα θέλω γένεσθαιμαινόλᾳ θύμῳ· ‘τίνα δηὖτε πείθωκαί σʼ ἄγην ἐς ϝὰν φιλότατα; τίς τʼ, ὦΨάπφʼ, ἀδικήει;καὶ γὰρ αἰ φεύγει, ταχέως διώξει,αἰ δὲ δῶρα μὴ δέκετʼ, ἀλλὰ δώσει,αἰ δὲ μὴ φίλει, ταχέως φιλήσεικωὐκ ἐθέλοισα.’ἔλθε μοι καὶ νῦν, χαλέπαν δὲ λῦσονἐκ μεριμνᾶν, ὄσσα δέ μοι τέλεσσαιθῦμος ἰμμέρρει, τέλεσον, σὺ δʼ αὔτασύμμαχος ἔσσο.