Δημοσθένης Δημοσθένους καὶ Κλεοβούλης τῆς Γύλωνος θυγατρός, τῶν δὲ δήμων Παιανιεύς, καταλειφθεὶς; ὑπὸ τοῦ πατρὸς ἐτῶν ἑπτὰ μετʼ ἀδελφῆς πενταέτιδος τὸν μὲν τῆς ὀρφανίας χρόνον παρὰ τῇ μητρὶ διῆγε, σχολάζων Ἰσοκράτει ὥς τινες ἔφασαν, ὡς δʼ οἱ πλεῖστοι Ἰσαίῳ τῷ Χαλκιδεῖ, ὃς ἦν Ἰσοκράτους μαθητής, διάγοντι ἐν Ἀθήναις, ζηλῶν Θουκυδίδην καὶ Πλάτωνα τὸν φιλόσοφον, ᾧ τινες εἶπον προηγουμένως αὐτὸν σχολάσαι. ὡς δʼ Ἡγησίας ὁ Μάγνης φησίν, ἐδεήθη τοῦ παιδαγωγοῦ, ἵνα Καλλιστράτου Ἐμπέδου Ἀφιδναίου, ῥήτορος δοκίμου καὶ ἱππαρχήσαντος καὶ ἀναθέντος τὸν βωμὸν τῷ Ἑρμῇ τῷ ἀγοραίῳ, μέλλοντος ἐν τῷ δήμῳ λέγειν, ἀκούσῃ ἀκούσας δʼ ἐραστὴς ἐγένετο τῶν λόγων. καὶ τούτου μὲν ἐπʼ ὀλίγον ἤκουσεν, ἕως ἐπεδήμει. ἐπειδὴ δʼ ὁ μὲν ἔφυγεν εἰς Θρᾴκην ὁ δʼ ἐγεγόνει ἐξ ἐφήβων; τηνικαῦτα παρέβαλεν Ἰσοκράτει καὶ Πλάτωνι· εἶτα καὶ Ἰσαῖον ἀναλαβὼν εἰς τὴν οἰκίαν τετραετῆ χρόνον αὑτὸν διεπόνησε, μιμούμενος αὐτοῦ τοὺς λόγους. ὡς δὲ Κτησίβιός φησιν ἐν τῷ περὶ φιλοσοφίας, διὰ Καλλίου τοῦ Συρακουσίου πορίσας τοὺς Ζήθου τοῦ Ἀμφιπολίτου λόγους, διὰ δὲ Χαρικλέους τοῦ Καρυστίου τοὺς Ἀλκιδάμαντος, διέλαβεν αὐτούς. τελειωθεὶς δέ, ἐλάττω παρὰ τῶν ἐπιτρόπων παραλαβών, ἔκρινεν αὐτοὺς ἐπιτροπῆς ἐπὶ Τιμοκράτους ἄρχοντος, τρεῖς ὄντας, Ἄφοβον Θηριππίδην Δημοφῶντα ἢ Δημέαν καὶ μάλιστα τούτου κατηγόρησεν ἀδελφοῦ τῆς μητρὸς ὄντος, δέκα τάλαντα τίμημα ἑκάστῃ τῶν δικῶν ἐπιγραψάμενος· καὶ εἷλεν αὐτούς τῆς δὲ καταδίκης οὐδὲν ἐπράξατο, τοὺς μὲν ἀφεὶς ἀργυρίου τοὺς δὲ καὶ χάριτος. Ἀριστοφῶντος δʼ ἤδη τὴν προστασίαν διὰ γῆρας καταλιπόντος, καὶ χορηγὸς ἐγένετο. Μειδίαν δὲ τὸν Ἀναγυράσιον πλήξαντα αὐτὸν ἐν τῷ θεάτρῳ χορηγοῦντα εἰς κρίσιν καταστήσας, λαβὼν τρισχιλίας ἀφῆκε τῆς δίκης λέγουσι δʼ αὐτὸν ἔτι νέον ὄντα εἰς σπήλαιον ἀπιέναι κἀκεῖ φιλολογεῖν τὸ ἣμισυ τῆς κεφαλῆς; ξυράμενον, ἵνα μὴ προέρχοιτο·καὶ ἐπὶ στενῆς κλίνης κοιμᾶσθαι, ἵνα διὰ ταχέων ἀνίστηται· τό τε ῥῶ μὴ δυνάμενον λέγειν ἐκπονῆσαι, καὶ τὸν ὦμον ἐν τῷ μελετᾶν κινοῦντα ἀπρεπῶς καταπαῦσαι, παραρτήσαντα ὀβελίσκον ἢ ὥς τινες ξιφίδιον ἐκ τῆς ὀροφῆς, ἵνα φοβούμενος ἠρεμοίη. προβαίνοντα δὲ κατὰ τὴν τῶν λόγων ἰσχὺν ἔσοπτρον ἰσομέγεθες αὑτῷ κατασκευάσαι καὶ πρὸς τοῦτο ἀφορῶντα μελετᾶν, ἵνʼ ἐπανορθώσηται τὰ ἐλλείποντα· καὶ κατιόντα ἐπὶ τὸ Φαληρικὸν πρὸς τὰς τῶν κυμάτων ἐμβολὰς τὰς σκέψεις ποιεῖσθαι, ἵνʼ, εἴ ποτε θορυβοίη ὁ δῆμος, μὴ ἐκσταίη · τοῦ δὲ πνεύματος αὐτῷ ἐνδέοντος, Νεοπτολέμῳ τῷ ὑποκριτῇ μυρίας δοῦναι, ἵνʼ ὅλας περιόδους ἀπνεύστως λέγῃ. ἐπεὶ δὲ τῷ πολιτεύεσθαι προσῆλθεν, εἰς δύο διῃρημένων τῶν ἐν τῇ πόλει, καὶ τῶν μὲν φιλιππιζόντων τῶν δʼ ὑπὲρ τῆς ἐλευθερίας δημηγορούντων, τὴν τῶν ἀντιπολιτευομένων Φιλίππῳ τάξιν εἵλετο· καὶ διὰ παντὸς τοῦ χρόνου διετέλεσε συμβουλεύων τοῖς κινδυνεύουσιν ὑπὸ Φιλίππῳ γενέσθαι βοηθεῖν, συμπολιτευόμενος Ὑπερείδῃ Ναυσικλεῖ Πολυεύκτῳ Διοτίμῳ· διὸ καὶ συμμάχους τοῖς Ἀθηναίοις ἐποίησε Θηβαίους Εὐβοεῖς Κερκυραίους Κορινθίους Βοιωτούς, καὶ πολλοὺς ἄλλους πρὸς τούτοις. ἐκπεσὼν δὲ ποτʼ ἐπὶ τῆς ἐκκλησίας καὶ ἀθυμῶν ἐβάδιζεν οἴκοι· συντυχὼν δʼ αὐτῷ Εὔνομος ὁ Θριάσιος πρεσβύτης ἤδη ὢν προετρέψατο τὸν Δημοσθένη, μάλιστα δʼ ὁ ὑποκριτὴς Ἀνδρόνικος εἰπὼν ὡς οἱ μὲν λόγοι καλῶς ἔχοιεν λείποι δʼ αὐτῷ τὰ τῆς ὑποκρίσεως, ἀπεμνημόνευσέ τε τῶν ἐπὶ τῆς ἐκκλησίας ὑπʼ αὐτοῦ λελεγμένων· καὶ δὴ πιστεύσαντα τὸν Δημοσθένη παραδοῦναι αὑτὸν τῷ Ἀνδρονίκῳ. ὅθεν ἐρομένου αὐτὸν τινος τί πρῶτον ἐν ῥητορικῇ, εἶπεν ὑπόκρισις καὶ τί δεύτερον ὑπόκρισις· καὶ τί τρίτον ὑπόκρισισ. προελθὼν δὲ πάλιν εἰς τὰς ἐκκλησίας, νεωτερικῶς τινα λέγων διεσύρετο, ὡς κωμῳδηθῆναι αὐτὸν ὑπʼ Ἀντιφάνους καὶ Τιμοκλέους μὰ γῆν μὰ κρήνας μὰ ποταμοὺς μὰ νάματα ὀμόσας δὲ τοῦτον τὸν τρόπον ἐν τῷ δήμῳ θόρυβον ἐκίνησεν.ὤμνυε δὲ καὶ τὸν Ἀσκληπιόν, προπαροξύνων Ἀσκλήπιον· καὶ παρεδείκνυεν 1 αὑτὸν ὀρθῶς λέγοντα· εἶναι γὰρ τὸν θεὸν ἤπιον· καὶ ἐπὶ τούτῳ πολλάκις ἐθορυβήθη. σχολάσας δʼ Εὐβουλίδῃ τῷ διαλεκτικῷ Μιλησίῳ ἐπηνωρθώσατο πάντα. γενόμενος δὲ καὶ ἐν τῇ Ὀλυμπιακῇ πανηγύρει καὶ ἀκούσας Λαμάχου τοῦ Τερειναίου Φιλίππου καὶ Ἀλεξάνδρου ἐγκώμιον ἀναγινώσκοντος Θηβαίων δὲ καὶ Ὀλυνθίων κατατρέχοντος, παραναστὰς ἀρχαίων ποιητῶν μαρτυρίας προηνέγκατο περὶ τῶν Θηβαίοις καὶ Ὀλυνθίοις καλῶς πραχθέντων, ὡς παύσασθαί τε τὸ λοιπὸν τὸν Λάμαχον καὶ φυγεῖν ἐκ τῆς πανηγύρεως Φίλιππον δὲ πρὸς τοὺς ἀναφέροντας αὐτῷ τὰς κατʼ αὐτοῦ δημηγορίας εἰπεῖν ὅτι καὶ αὐτὸς ἂν ἀκούων λέγοντος Δημοσθένους ἐχειροτόνησα τὸν ἄνδρα πρὸς τὸν κατʼ ἐμοῦ πόλεμον ἐκάλει δὲ τοὺς μὲν αὐτοῦ λόγους ὁμοίους τοῖς στρατιώταις διὰ τὴν πολεμικὴν δύναμιν, τοὺς δʼ Ἰσοκράτους τοῖς ἀθληταῖς· τέρψιν γὰρ παρέχειν αὐτοὺς θεατρικήν. ἑπτὰ δὲ. καὶ τριάκοντα ἔτη γεγονώς, λογιζομένοις ἀπὸ Δεξιθέου εἰς Καλλίμαχον, ἐφʼ οὗ πρὸς Ὀλυνθίων ἧκε πρεσβεία περὶ τῆς βοηθείας, ἐπεὶ ἐπιέζοντο ὑπὸ Φιλίππου τῷ πολέμῳ, ἔπεισεν ἐκπέμψαι τὴν βοήθειαν· τῷ δʼ ἑξῆς, ἐφʼ οὗ Πλάτων ἐτελεύτησε, Φίλιππος Ὀλυνθίους κατεστρέψατο. ἔγνω δʼ αὐτὸν καὶ Ξενοφῶν ὁ Σωκρατικὸς ἢ ἀρχόμενον ἢ ἀκμάζοντα· τῷ μὲν γὰρ τὰ Ἑλληνικὰ ἐτελεῖτο τὰ περὶ τὴν ἐν Μαντινείᾳ μάχην, ἄρχοντα δὲ Χαρικλείδην ὁ δὲ πρότερον ἐπὶ Τιμοκράτους εἷλε τοὺς ἐπιτρόπους. φεύγοντος δʼ Αἰσχίνου μετὰ τὴν καταδίκην, ἵππῳ κατεδίωξεν αὐτόν· τοῦ δʼ οἰηθέντος αὐτὸν συλλαμβάνεσθαι καὶ προσπεσόντος καὶ συγκαλυψαμένου, ἀναστήσας αὐτὸν παρεμυθήσατο καὶ τάλαντον ἔδωκεν ἀργυρίου. καὶ συνεβούλευσε δὲ τῷ δήμῳ ξενικὸν ἐν Θάσῳ τρέφειν, καὶ ἐπὶ τούτῳ τριηράρχης ἐξέπλευσε. σιτώνης δὲ γενόμενος καὶ κατηγορηθεὶς κλοπῆς ἀφείθη.