Λυκοῦργος πατρὸς μὲν ἦν Λυκόφρονος τοῦ Λυκοῦργος, ὃν οἱ τριάκοντα τύραννοι ἀπέκτειναν, αἰτίου αὐτῷ τῆς ἀναιρέσεως γενομένου Ἀριστοδήμου Βατῆθεν, ὃς καὶ ἑλληνοταμίας γενόμενος ἔφυγεν ἐν τῇ δημοκρατίᾳ· τῶν δήμων δὲ Βουτάδης, γένους τοῦ τῶν Ἐτεοβουταδῶν. ἀκροατὴς δὲ γενόμενος Πλάτωνος; τοῦ φιλοσόφου, τὰ πρῶτα ἐφιλοσόφησεν εἶτα καὶ Ἰσοκράτους· τοῦ ῥήτορος γνώριμος γενόμενος ἐπολιτεύσατο ἐπιφανῶς, καὶ λέγων καὶ πράττων καὶ δὴ πιστευσάμενος τὴν διοίκησιν τῶν χρημάτων· ταμίας γὰρ ἐγένετο ἐπὶ τρεῖς πενταετηρίδας ταλάντων μυρίων τετρακισχιλίων, ἢ ὥς τινες μυρίων ὀκτακισχιλίων ἑξακοσίων πεντήκοντα, καὶ ὁ τὰς· τιμὰς αὐτῷ ψηφιζόμενος Στρατοκλῆς ὁ ῥήτωρ, τὸ μὲν πρῶτον αἱρεθεὶς αὐτός, ἔπειτα τῶν φίλων ἐπιγραψάμενός τινα, αὐτὸς ἐποιεῖτο τὴν διοίκησιν διὰ τὸ φθάσαι νόμον εἰσενεγκεῖν, μὴ πλείω πέντε ἐτῶν διέπειν τὸν χειροτονηθέντα ἐπὶ τὰ δημόσια χρήματα, ἀεὶ τʼ ἐφεστὼς τοῖς ἔργοις διετέλεσε, καὶ θέρους καὶ χειμῶνος. καὶ ἐπὶ τὴν τοῦ πολέμου παρασκευὴν χειροτονηθεὶς; πολλὰ τῆς πόλεως ἐπηνώρθωσε, καὶ τριήρεις παρεσκεύασε τῷ δήμῳ τετρακοσίας, καὶ τὸ ἐν Λυκείῳ γυμνάσιον ἐποίησε καὶ ἐφύτευσε καὶ τὴν παλαίστραν ᾠκοδόμησε καὶ τὸ ἐν Διονύσου θέατρον ἐπιστατῶν ἐπετέλεσε. πιστευσάμενος δʼ ἐν παρακαταθήκῃ παρὰ τῶν ἰδιωτῶν διακόσια πεντήκοντα τάλαντα ἐφύλαξε, πομπεῖά τε χρυσᾶ καὶ ἀργυρᾶ τῇ πόλει κατεσκεύασε καὶ Νίκας χρυσᾶς. πολλὰ δʼ ἡμίεργα παραλαβὼν ἐξετέλεσε καὶ νεωσοίκους καὶ τὴν σκευοθήκην· καὶ τῷ σταδίῳ τῷ Παναθηναϊκῷ τὴν κρηπῖδα περιέθηκεν, ἐξεργασάμενος τοῦτό τε καὶ τὴν χαράδραν ὁμαλὴν ποιήσας, Δεινίου τινός, ὃς ἐκέκτητο τοῦτο τὸ χωρίον, ἀνέντος τῇ πόλει, προείπαντος αὐτῷ χαρίσασθαι Λυκούργου. ἔσχε δὲ καὶ τοῦ ἄστεος τὴν φυλακὴν καὶ τῶν κακούργων τὴν σύλληψιν; οὓς ἐξήλασεν·ἅπαντας, ὡς καὶ τῶν σοφιστῶν ἐνίους λέγειν Λυκοῦργον οὐ μέλανι ἀλλὰ θανάτῳ χρίοντα τὸν κάλαμον κατὰ τῶν πονηρῶν, οὕτω συγγράφειν. ὅθεν ἐξαιτηθέντα αὐτὸν ὑπʼ Ἀλεξάνδρου τοῦ βασιλέως ὁ δῆμος οὐ προήκατο. καθʼ ὃν δὲ χρόνον ἐπολέμει Φίλιππος πρὸς Ἀθηναίους τὸν δεύτερον πόλεμον, ἐπρέσβευε μετὰ Πολυεύκτου καὶ Δημοσθένους εἴς τε Πελοπόννησον καί τινας ἑτέρας πόλεις. διετέλεσέ τε τὸν ἅπαντα χρόνον εὐδοκιμῶν παρὰ τοῖς Ἀθηναίοις καὶ δίκαιος εἶναι νομιζόμενος, ὥστε καὶ ἐν τοῖς δικαστηρίοις τὸ φῆσαι Λυκοῦργον ἐδόκει βοήθημα εἶναι τῷ συναγορευομένῳ. εἰσήνεγκε δὲ καὶ νόμους·, τὸν μὲν περὶ τῶν κωμῳδῶν, ἀγῶνα τοῖς Χύτροις ἐπιτελεῖν ἐφάμιλλον ἐν τῷ θεάτρῳ καὶ τὸν νικήσαντα εἰς ἄστυ καταλέγεσθαι πρότερον οὐκ ἐξόν, ἀναλαμβάνων τὸν ἀγῶνα ἐκλελοιπότα· τὸν δέ, ὡς χαλκᾶς εἰκόνας ἀναθεῖναι τῶν ποιητῶν, Αἰσχύλου Σοφοκλέους Εὐριπίδου, καὶ τὰς τραγῳδίας αὐτῶν ἐν κοινῷ γραψαμένους φυλάττειν καὶ τὸν τῆς πόλεως γραμματέα παραναγινώσκειν τοῖς ὑποκρινομένοις· οὐκ ἐξεῖναι γὰρ παρʼ αὐτὰς ὑποκρίνεσθαι. καὶ τρίτον, μηδενὶ ἐξεῖναι Ἀθηναίων μηδὲ τῶν οἰκούντων Ἀθήνησιν ἐλεύθερον σῶμα πρίασθαι ἐπὶ δουλείᾳ ἐκ τῶν ἁλισκομένων ἄνευ τῆς τοῦ προτέρου δεσπότου γνώμης. ἔτι δέ, ὡς τοῦ Ποσειδῶνος ἀγῶνα ποιεῖν ἐν Πειραιεῖ, κυκλίων χορῶν οὐκ ἔλαττον τριῶν, καὶ δίδοσθαι μὲν τοῖς νικῶσιν οὐκ ἔλαττον δέκα μνᾶς, τοῖς δὲ δευτέροις ὀκτώ, ἓξ δὲ τοῖς τρίτοις κριθεῖσιν. ἔτι δʼ ἐπὶ ζεύγους μὴ ἀπιέναι γυναῖκα Ἐλευσῖνάδε, ὅπως μὴ ἐλαττῶνται αἱ δημοτικαὶ ὑπὸ τῶν πλουσιῶν εἰ δέ τις φωραθείη, ἀποτίνειν δραχμὰς ἑξακισχιλίας. τῆς δὲ γυναικὸς αὐτοῦ μὴ πεισθείσης, τῶν συκοφαντῶν φωρασάντων, τάλαντον αὐτοῖς ἔδωκε·κατηγορούμενος δʼ ἐν ὑστέρῳ ἐν τῷ δήμῳ, ἔφη ἀλλʼ οὖν ἐγὼ μὲν διδοὺς οὐ λαμβάνων ἑώραμαι τελώνου δὲ ποτʼ ἐπιβαλόντος Ξενοκράτει τῷ φιλοσόφῳ τὰς χεῖρας καὶ πρὸς τὸ μετοίκιον αὐτὸν ἀπάγοντος, ἀπαντήσας ῥάβδῳ τε κατὰ τῆς κεφαλῆς τοῦ τελώνου κατήνεγκε, καὶ τὸν μὲν Ξενοκράτην ἀπέλυσε, τὸν δʼ ὡς οὐ τὰ πρέποντα δράσαντα εἰς τὸ δεσμωτήριον κατέκλεισεν· ἐπαινουμένου δʼ ἐπὶ τῇ πράξει, μεθʼ ἡμέρας τινὰς συντυχὼν ὁ Ξενοκράτης τοῖς παισὶ τοῦ Λυκούργου, ἔφη ταχέως γε τῷ πατρὶ ὑμῶν ἀπέδωκα, ὦ παῖδες, τὴν χάριν· ἐπαινεῖται γὰρ ὑπὸ πολλῶν ἐπὶ τῷ βοηθῆσαί μοι. εἰσήνεγκε δὲ καὶ ψηφίσματα Εὐκλείδῃ τινὶ Ὀλυνθίῳ χρώμενος ἱκανωτάτῳ περὶ τὰ ψηφίσματα. εὔπορος δʼ ὢν ἱμάτιον ἓν καὶ ταὐτὸ ἐφόρει τοῦ χειμῶνος καὶ τοῦ θέρους καὶ ὑπεδέδετο ταῖς ἀναγκαίαις ἡμέραις. ἐμελέτα δὲ καὶ νυκτὸς καὶ ἡμέρας, οὐκ εὖ πρὸς τὰ αὐτοσχέδια πεφυκώς, κλινιδίου δʼ αὐτῷ ὑποκειμένου, ἐφʼ ᾧ μόνον ἦν κώδιον καὶ προσκεφάλαιον, ὅπως ἐγείροιτο ῥᾳδίως καὶ μελετῴη. ἐγκαλοῦντος δʼ αὐτῷ τινος ὅτι μισθοὺς σοφισταῖς δίδωσι περὶ λόγους διατρίβων, ἀλλʼ εἴ τις γʼ ἐπαγγέλλοιτο, ἔφη, τοὺς υἱοὺς ἀμείνους αὐτῷ ποιήσειν, οὐ χιλίας ἀλλὰ τὰ ἡμίση τῆς οὐσίας προΐεσθαι. ἦν δὲ καὶ παρρησιαστὴς διὰ τὴν εὐγένειαν· Ἀθηναίων γὲ τοί ποτε οὐκ ἀνεχομένων αὐτοῦ δημηγοροῦντος, ἀνέκραγεν ἐκβαλλόμενος ὦ Κερκυραία μάστιξ, ὡς πολλῶν ταλάντων εἶ ἀξία πάλιν δὲ θεὸν ἀναγορευόντων Ἀλέξανδρον καὶ ποδαπὸς ἂν εἴη εἶπεν ὁ θεός, οὗ τὸ ἱερὸν ἐξιόντας δεήσει περιρραίνεσθαι; ἀποθανόντος δʼ αὐτοῦ, παρέδωκαν τοὺς παῖδας τοῖς ἕνδεκα, Μενεσαίχμου μὲν κατηγορήσαντος γραψαμένου δὲ Θρασυκλέους· Δημοσθένους δὲ καθʼ ὃν ἔφευγε χρόνον ἐπιστείλαντος τοῖς Ἀθηναίοις, ὡς κακῶς ἀκούοιεν ἐπὶ τοῖς Λυκούργου παιδίοις, μετενόησαν καὶ ἀφῆκαν αὐτούς, Δημοκλέους τοῦ Θεοφράστου μαθητοῦ ὑπὲρ αὐτῶν ἀπολογησαμένου. ἐτάφη δʼ αὐτὸς καὶ τῶν ἐκγόνων τινὲς δημοσίᾳ·