ὡς τὸ Ἐπαμεινώνδου πρὸς Καλλίστρατον, ὀνειδίζοντα Θηβαίοις καὶ Ἀργείοις τὴν Οἰδίποδος πατροκτονίαν καὶ τὴν Ὀρέστου μητροκτονίαν, ὅτι τοὺς ταῦτα ποιήσαντας ἡμῶν ἐκβαλόντων ὑμεῖς ἐδέξασθε καὶ τὸ Ἀνταλκίδου τοῦ Σπαρτιάτου πρὸς τὸν Ἀθηναῖον τὸν φήσαντα πολλάκις ὑμᾶς ἀπὸ τοῦ Κηφισοῦ ἐδιώξαμεν ἀλλʼ ἡμεῖς γʼ ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα οὐδέποτε. χαριέντως δὲ καὶ ὁ Φωκίων, τοῦ Δημάδου κεκραγότος Ἀθηναῖοί σε ἀποκτενοῦσιν· ἄν γε μανῶσιν ἔφη σὲ δέ, ἂν σωφρονῶσι καὶ Κράσσος ὁ ῥήτωρ, Δομιτίου πρὸς αὐτὸν εἰπόντος οὐ σὺ μυραίνης ἐν κολυμβήθρᾳ σοι τρεφομένης εἶτʼ ἀποθανούσης ἔκλαυσας; ἀντηρώτησεν οὐ σὺ τρεῖς γυναῖκας ἔθαψας καὶ οὐκ ἐδάκρυσας; ταῦτα μὲν οὖν ἔχει τινὰ χρείαν καὶ πρὸς τὸν ἄλλον βίον.