τὰς δὲ φαύλας καὶ ἀτόπους ἀξιώσεις ἀποτρίβεσθαι μὴ πικρῶς ἀλλὰ πράως, διδάσκοντα καὶ παραμυθούμενον ὡς οὐκ ἄξιαι τῆς ἐκείνων ἀρετῆς εἰσι καὶ δόξης. ἄριστα ὁ ἀνθρώπων, ὁ Ἐπαμεινώνδας, ἀρνησάμενος δεηθέντι τῷ Πελοπίδᾳ τὸν κάπηλον ἐκ τῆς εἱρκτῆς ἀφεῖναι καὶ μετʼ ὀλίγον τῆς ἐρωμένης δεηθείσης ἀφείς, τοιαύτας ἔφη χάριτας, ἐκ Πελοπίδα, λαμβάνειν ἑταιριδίοις οὐ στρατηγοῖς πρέπον ἐστίν. ὁ δὲ Κάτων βαρέως καὶ αὐθάδως, ἐπεὶ Κάτλος ὁ τιμητής, φίλος ὢν ἐν τοῖς μάλιστα καὶ συνήθης, ἐξῃτεῖτό τινα τῶν κρινομένων ὑπʼ αὐτοῦ ταμιεύοντος αἰσχρόν ἐστιν ἔφη σὲ τὸν ὀφείλοντα τοὺς νέους ἡμᾶς σωφρονίζειν ὑπὸ τῶν ἡμετέρων ὑπηρετῶν ἐκβάλλεσθαι τῷ γὰρ ἔργῳ τὴν χάριν ἐξῆν ἀπειπάμενον ἀφελεῖν τοῦ λόγου τὴν τραχύτητα καὶ πικρίαν, ὡς μηδὲ τῇ πράξει τὸ λυπηρὸν ἑκουσίως ἀλλʼ ἀναγκαίως ἐπιφέροντα διὰ τὸν νόμον καὶ τὸ δίκαιον. εἰσὶ δὲ καὶ πρὸς χρηματισμὸν οὐκ ἀγεννεῖς ἐν πολιτείᾳ τοῖς δεομένοις τῶν φίλων αἱ συλλήψεις οἷον ὁ Θεμιστοκλῆς, μετὰ τὴν μάχην ἰδὼν νεκρὸν στρεπτὰ χρυσᾶ καὶ μανιάκην περικείμενον αὐτὸς μὲν παρῆλθεν, ἐπιστραφεὶς δὲ πρὸς τὸν φίλον ἀνελοῦ ταῦτʼ εἶπεν· οὐ γὰρ καὶ σὺ Θεμιστοκλῆς γέγονας. δίδωσι γὰρ καὶ τοῦτο πολλάκις τῷ πολιτικῷ τὰ πράγματα πρὸς τοὺς φίλους. οὐ γὰρ δὴ Μενέμαχοι πάντες εἰσὶ · τῷ μὲν οὖν ἐγχείρισον συνηγορίαν ἔμμισθον ὑπὲρ τοῦ δικαίου, τῷ δὲ σύστησον πλούσιον ἐπιμελείας καὶ προστασίας δεόμενον· ἄλλῳ δʼ εἰς ἐργολαβίαν τινὰ σύμπραξον ἢ μίσθωσιν ὠφελείας ἔχουσαν. Ἐπαμεινώνδας δὲ καὶ πλουσίῳ τινὶ προσελθόντα φίλον αἰτεῖν ἐκέλευσε τάλαντον, ὡς αὐτοῦ δοῦναι κελεύσαντος· ἐπεὶ δʼ ὁ αἰτηθεὶς ἐλθὼν ἐπυνθάνετο τὴν αἰτίαν, ὅτι χρηστός εἶπεν οὗτος ὢν πένης ἐστί, σὺ δὲ πλουτεῖς πολλὰ τῆς πόλεως νενοσφισμένος. καὶ τὸν Ἀγησίλαον ὁ Ξενοφῶν ἀγάλλεσθαί φησι πλουτίζοντα τοὺς φίλους, αὐτὸν ὄντα κρείττονα χρημάτων.