αἰσθομένων δὲ τῶν περὶ Νικόστρατον τοῦτο καὶ παρὰ τὰς θύρας τῆς οἰκίας περιπατούντων, ὁ Φάυλλος ὑποδήσας τὴν γυναῖκα κρηπῖσι καὶ χλαμύδα περιθεὶς καὶ καυσίαν Μακεδονικήν, ὡς ἕνα τῶν βασιλικῶν νεανίσκων παρεισέπεμψε λαθοῦσαν. ἆρʼ οὖν, ἐραστῶν τοσούτων γεγονότων καὶ ὄντων, οἶσθʼ ἐπὶ ταῖς τοῦ Διὸς τιμαῖς προαγωγὸν ἐρωμένου γενόμενον; ἐγὼ μὲν οὐκ οἶμαι· πόθεν γάρ, ὅπου καὶ τοῖς τυράννοις ἀντιλέγων μὲν οὐδεὶς οὔτʼ ἀντιπολιτευόμενὸς ἐστιν, ἀντερῶντες δὲ πολλοὶ καὶ φιλοτιμούμενοι περὶ τῶν καλῶν καὶ ὡραίων; ἀκούετε γὰρ ὅτι καὶ Ἀριστογείτων ὁ Ἀθηναῖος καὶ Ἀντιλέων ὁ Μεταποντῖνος καὶ Μελάνιππος ὁ Ἀκραγαντῖνος οὐ διεφέροντο τοῖς τυράννοις, πάντα τὰ πράγματα λυμαινομένους καὶ παροινοῦντας ὁρῶντες· ἐπεὶ δὲ τοὺς ἐρωμένους αὐτῶν ἐπείρων, ὥσπερ ἱεροῖς ἀσύλοις καὶ ἀθίκτοις ἀμύνοντες ἠφείδησαν ἑαυτῶν. λέγεται καὶ Ἀλέξανδρος ἐπιστεῖλαι Θεοδώρῳ Πρωτέου ἀδελφῷ πέμψον μοι τὴν μουσουργὸν δέκα τάλαντα λαβών, εἰ μὴ ἐρᾷς αὐτῆς· ἑτέρου δὲ τῶν ἑταίρων Ἀντιπατρίδου μετὰ ψαλτρίας ἐπικωμάσαντος, ἡδέως διατεθεὶς πρὸς τὴν ἄνθρωπον ἐρέσθαι τὸν Ἀντιπατρίδην οὐ δήπου σὺ τυγχάνεις ἐρῶν ταύτης; τοῦ δὲ καὶ πάνυ φήσαντος, εἰπών ἀπόλοιο τοίνυν κακὸς κακῶς ἀποσχέσθαι καὶ μὴ θιγεῖν τῆς γυναικός.