ταῦτα τοὺς ἄλλους ἅπαντας ἡδίους ἐποίησε, μόνον δὲ τὸν γραμματικὸν Ὕλαν ὁ ῥήτωρ Σῶσπις ὁρῶν ἀποσιωπῶντα καὶ βαρυθυμούμενον οὐ πάνυ γὰρ εὐημέρησεν ἐν ταῖς ἐπιδείξεσιν ἀνεφώνησεν οἴη δʼ Αἴαντος ψυχὴ Τελαμωνιάδαο· τὰ λοιπὰ μεῖζον φθεγγόμενος ἤδη πρὸς ἐκεῖνον ἐπέραινεν, ἀλλʼ ἴθι δεῦρο, ἄναξ, ἵνʼ ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον· δάμασον δὲ μένος καὶ ἀτειρέα θυμόν· ἔτι δʼ ἀνώμαλος ὢν ὑπʼ ὀργῆς ὁ Ὕλας ἀπεκρίνατο σκαιῶς τὴν μὲν Αἴαντος ἔφη ψυχὴν εἰκοστὴν λαχοῦσαν ἐν Ἅιδου διαμείψασθαι κατὰ τὸν Πλάτωνα φύσιν λέοντος· αὑτῷ δὲ πολλάκις παρίσταθαι καὶ τὰ τοῦ κωμικοῦ γέροντος ὄνον γενέσθαι κρεῖττον, ἢ τοὺς χείρονας ὁρᾶν ἑαυτοῦ ζῶντας ἐπιφανέστερον. καὶ ὁ Σῶσπις γελάσας ἀλλʼ ἕως μέλλομεν ἐνδύεσθαι τὸ κανθήλιον, εἴ τι κήδῃ Πλάτωνος, δίδαξον ἡμᾶς, ᾧτινι λόγῳ τὴν τοῦ Τελαμωνίου ψυχὴν πεποίηκεν ἀπὸ κλήρου βαδίζουσαν εἰκοστὴν ἐπὶ τὴν αἵρεσιν· ἀποσκορακίσαντος δὲ τοῦ Ὕλα χλευάζεσθαι γὰρ ᾤετο δυσημερῶν, ὑπολαβὼν ὁ ἀδελφὸς ἡμῶν τί οὖν; εἶπεν οὐ δευτερεῖα μὲν ὁ Αἴας κάλλους καὶ μεγέθους καὶ ἀνδρείας ἀεὶ φέρεται μετʼ ἀμύμονα Πηλείωνα, τὰ δʼ εἴκοσι δευτέρα δεκάς, ἡ δὲ δεκὰς ἐν τοῖς ἀριθμοῖς κράτιστος, ὡς ἐν τοῖς Ἀχαιοῖς ὁ Ἀχιλλεύς; γελασάντων δʼ ἡμῶν ταῦτα μέν ὁ Ἀμμώνιος εἶπεν ὦ Λαμπρία, κείσθω σοι πεπαιγμένα πρὸς Ὕλαν· ἡμῖν δὲ μὴ παίζων ἀλλʼ ἀπὸ σπουδῆς, ἐπεὶ τὸν λόγον ἑκὼν ἐξεδέξω, δίελθε περὶ τῆς αἰτίας.θορυβηθεὶς οὖν ὁ Λαμπρίας, εἶτα χρόνον οὐ πολὺν ἐπισχὼν, ἔφη πολλαχοῦ μὲν ἡμῖν τὸν Πλάτωνα προσπαίζειν διὰ τῶν ὀνομάτων· ὅπου δὲ μῦθόν τινα τῷ περὶ ψυχῆς λόγῳ μίγνυσι, χρῆσθαι μάλιστα τῷ νῷ. τοῦ τε γὰρ οὐρανοῦ τὴν νοητὴν φύσιν ἅρμα καλεῖν πτηνὸν διὰ τὴν ἐναρμόνιον τοῦ κόσμου περιφοράν, ἐνταῦθά δὲ τὸν αὐτάγγελον τῶν ἐν Ἅιδου Πάμφυλον γένος Ἁρμονίου πατρὸς Ἦρα δʼ αὐτὸν ὀνομάζειν, αἰνιττόμενον ὅτι γεννῶνται μὲν αἱ ψυχαὶ καθʼ ἁρμονίαν καὶ συναρμόττονται τοῖς σώμασιν, ἀπαλλαγεῖσαι δὲ συμφέρονται πανταχόθεν εἰς τὸν ἀέρα· κἀκεῖθεν αὖθις ἐπὶ τὰς δευτέρας γενέσεις τρέπονται. τί δὴ κωλύει καὶ τὸ εἰκοστὸν εἰρῆσθαι πρὸς τὸ μὴ ἀληθὲς ἀλλʼ εἰκὸς τοῦ λόγου καὶ πλαττόμενον, ἢ πρὸς τὸν κλῆρον ὡς εἰκῆ καὶ κατὰ τύχην γιγνόμενον; ἀεὶ μὲν γὰρ ἅπτεται τῶν τριῶν αἰτιῶν, ἅτε δὴ πρῶτος; ἢ μάλιστα συνιδών, ὅπη τὸ καθʼ εἱμαρμένην τῷ κατὰ τύχην αὖθίς τε τὸ ἐφʼ ἡμῖν ἑκατέρῳ καὶ συναμφοτέροις ἐπιμίγνυσθαι καὶ συμπλέκεσθαι πέφυκε. νῦν δὲ θαυμαστῶς, ἣν ἔχει δύναμιν ἐν τοῖς ἡμετέροις πράγμασιν ἕκαστον, ὑποδεδήλωκε, τὴν μὲν αἵρεσιν τῶν βίων τῷ ἐφʼ ἡμῖν ἀποδιδούς· ἀρετὴ γὰρ ἀδέσποτον καὶ κακία· τὸ δʼ εὖ βιοῦν τοὺς ὀρθῶς ἑλομένους καὶ τἀναντία τοὺς κακῶς εἱμαρμένης ἀνάγκῃ συνάπτων. αἱ δὲ τῶν κλήρων ἀτάκτως διασπειρομένων ἐπιπτώσεις τὴν τύχην παρεισάγουσι καὶ τροφαῖς καὶ πολιτείαις, ὧν ἕκαστοι λαγχάνουσι, πολλὰ τῶν ἡμετέρων προκαταλαμβάνουσαν. ὅρα δή, μὴ τῶν κατὰ τύχην αἰτίαν ζητεῖν ἄλογόν ἐστιν· ἂν γὰρ ἔν τινι λόγῳ φαίνηται γεγονὼς ὁ κλῆρος, οὐκέτι γίγνεται κατὰ τύχην οὐδʼ αὐτομάτως ἀλλʼ ἔκ τινος εἱμαρμένης καὶ προνοίας.ἔτι δὲ τοῦ Λαμπρίου λέγοντος, ὁ γραμματικὸς ἤδη Μᾶρκος ἐδόκει τι συλλογίζεσθαι καὶ διαριθμεῖν πρὸς αὑτόν· ἔπειτα παυσαμένου, τῶν Ὁμηρικῶν ἔφη ψυχῶνὅσας ἐν Νεκυίᾳ κατωνόμακεν, ἡ μὲν Ἐλπήνορος οὔπω καταμεμιγμένη ταῖς ἐν Ἅιδου διὰ τὸ μὴ τεθάφθαι τὸν νεκρὸν ὥσπερ ἐν μεθορίοις πλανᾶται· τὴν δὲ Τειρεσίου ταῖς ἄλλαις οὐκ ἄξιον δήπου συγκαταριθμεῖν, ᾧ καὶ τεθνειῶτι νόον πόρε Περσεφόνεια οἴῳ πεπνῦσθαι καὶ διαλέγεσθαι καὶ ξυνιέναι τῶν ζώντων, πρὶν ἢ πιεῖν τοῦ αἵματος. ἂν οὖν ταύτας ὑπεξελόμενος, ὦ Λαμπρία, τὰς ἄλλας διαριθμῇς, αὐτὸ συμβαίνει, τὴν Αἴαντος εἰκοστὴν εἰς ὄψιν ἀφῖχθαι τοῦ Ὀδυσσέως καὶ πρὸς τοῦτο παίζειν τὸν Πλάτωνα τῇ Ὁμηρικῇ Νεκυίᾳ προσαναχρωννύμενον.θορυβησάντων δὲ πάντων, Μενέφυλος ὁ Περιπατητικὸς προσαγορεύσας τὸν Ὕλαν ὁρᾷς εἶπεν ὡς οὐκ ἦν τὸ ἐρώτημα χλευασμὸς οὐδʼ ὕβρις· ἀλλʼ ἀφείς, ὦ μακάριε, τὸν δυστράπελον Αἴαντα καὶ δυσώνυμον, ὥς φησι Σοφοκλῆς, γενοῦ μετὰ τοῦ Ποσειδῶνος, ὃν αὐτὸς εἴωθας ἱστορεῖν ἡμῖν ἡττώμενον πολλάκις, ἐνταῦθα μὲν ὑπʼ Ἀθηνᾶς ἐν Δελφοῖς δʼ ὑπὸ τοῦ Ἀπόλλωνος ἐν Ἄργει δʼ ὑπὸ τῆς Ἥρας ἐν Αἰγίνῃ δʼ ὑπὸ τοῦ Διὸς ἐν Νάξῳ δʼ ὑπὸ τοῦ Διονύσου, πρᾶον δὲ πανταχοῦ καὶ ἀμήνιτον ὄντα περὶ τὰς δυσημερίας· ἐνταῦθα γοῦν καὶ νεὼ κοινωνεῖ μετὰ τῆς Ἀθηνᾶς, ἐν ᾧ καὶ βωμός ἐστι Λήθης ἱδρυμένος. καὶ ὁ Ὕλας ὥσπερ ἡδίων γενόμενος ἐκεῖνο δέ σε εἶπεν ὦ Μενέφυλε, λέληθεν, ὅτι καὶ τὴν δευτέραν τοῦ Βοηδρομιῶνος; ἡμέραν ἐξαιροῦμεν οὐ πρὸς τὴν σελήνην, ἀλλʼ ὅτι ταύτῃ δοκοῦσιν ἐρίσαι περὶ τῆς· χώρας οἱ θεοί.πάντα εἶπεν ὁ Λαμπρίας ὅσῳ τοῦ Θρασυβούλου γέγονε Ποσειδῶν πολιτικώτερος, εἰ μὴ κρατῶν ὡς ἐκεῖνος, ἀλλʼ ἡττώὅρκοις δʼ ἄνδρας ἐξαπατητέον. καὶ ὁ Γλαυκίας ἐγὼ μέν ἔφη κατὰ Πολυκράτους ἀκήκοα τοῦ τυράννου λεγόμενον τὸν λόγον τοῦτον· εἰκὸς δὲ καὶ καθʼ ἑτέρων λέγεσθαι· σὺ δὲ πρὸς τί τοῦτʼ ἐρωτᾷς;ὅτι νὴ Δίʼ ὁ Σῶσπις ἔφη τοὺς μὲν παῖδας ἀστραγάλοις ὁρῶ τοὺς δʼ Ἀκαδημαϊκοὺς λόγοις ἀρτιάζοντας· οὐδὲν γὰρ οἱ τοιοῦτοι στόμαχοι διαφέρουσι τῶν ἐρωτώντων, πότερον ἄρτια τῇ χειρὶ συνειληφότες ἢ περιττὰ συντείνουσιν. ἐπαναστὰς οὖν ὁ Πρωτογένης καί με καλέσας ἐξ ὀνόματος τί παθόντεςεἶπε τοὺς ῥήτορας τούτους τρυφᾶν ἐῶμεν, ἑτέρων καταγελῶντας, αὐτοὺς δὲ μηδὲν ἐρωτωμένους μηδὲ συμβολὰς λόγων τιθέντας; εἰ μὴ νὴ Δία φήσουσι μηδὲν αὐτοῖς μετεῖναι τῆς ἐν οἴνῳ κοινωνίας, Δημοσθένους ἐπαινέταις καὶ ζηλωταῖς οὖσιν, ἀνδρὸς ἐν ἅπαντι τῷ βίῳ πιόντος οἶνον. οὐκ αἴτιον ἔφην ἐγώ τοῦτο τούτων, ἀλλʼ ἡμεῖς οὐδὲν αὐτοὺς ἠρωτήκαμεν εἰ δὲ μή τι σὺ χρησιμώτερον ἔχεις, ἐγώ μοι δοκῶ προβαλεῖν αὐτοῖς ἐκ τῶν Ὁμήρου ῥητορικῶν θέσεων μίαν ἀντινομικήν.