ἐκ τούτου πυραμοῦντος ἐπῆραν τουτʼ ἐσπᾶσι νικητήριον ὀρχήσεως· ἀπεδείχθη δὲ κριτὴς μετὰ Μενίσκου τοῦ παιδοτρίβου Λαμπρίας ὁ ἀδελφός· ὠρχήσατο γὰρ πιθανῶς τὴν πυρρίχην καὶ χειρονομῶν ἐν ταῖς παλαίστραις ἐδόκει διαφέρειν τῶν παίδων. ὀρχουμένων δὲ πολλῶν προθυμότερον ἢ μουσικώτερον, δύο τοὺς εὐδοκίμους καὶ βουλομένους ἀνασῴζειν τὴν ἐμμέλειαν ἠξίουν τινὲς ὀρχεῖσθαι φορὰν παρὰ φοράν. ἐπεζήτησεν οὖν ὁ Θρασύβουλος Ἀμμωνίου τί βούλεται τοὔνομα τῆς φορᾶς, καὶ παρέσχε τῷ Ἀμμωνίῳ περὶ τῶν μερῶν τῆς ὀρχήσεως πλείονα διελθεῖν.ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ἡ γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων ἐνταῦθα δʼ αἱ μοναὶ πέρατα τῶν κινήσεών εἰσι. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι. τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες, ὡς ὑπὸ τῶν πολλῶν λέγονται· πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις καὶ ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, κελαρύζειν καὶ καχλάζειντὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαι λιλαιόμενα χροὸς ἆσαι, καὶ τὴν ἰσόρροπον μάχην ἴσας ὑσμίνη κεφαλὰς, ἔχειν· πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος, καὶ περὶ τοῦ ἵππου Πίνδαρος ὅτε παρʼ Ἀλφεῷ σύτο δέμας ἀκέντητον ἐν δρόμοισι παρέχωνκαὶ Ὅμηρος ἐπὶ τῆς ἱπποδρομίας ἅρματα δʼ αὖ χαλκῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον· οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως· ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον· ὃ δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γιγνόμενον ἔοικε τοῖς ἐν ποιητικῇ κυρίοις ὀνόμασι μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρὸν τʼ Ἀφροδίτην Ἥρην τε χρυσοστέφανον καλήν τε Διώνην·καὶ Ἕλληνος δʼ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Δῶρός τε,Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δʼ Ἴφικλος· καίτῆς δὲ πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί,καὶ πρόγονοι· κλῄζει δʼ Ἑλλὰς Ὀλυμπιάδα. τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν πιθανότητα μηδὲ χάριν μετʼ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως ἔφη μεταθήσειν τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν· ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν πάλιν τὴν ποίησιν· ὅθεν εἶπεν οὔτε γραφικῇ μετεῖναι ποιητικῆς οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις. ὀρχηστικῇ δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ ὑπορχημάτων γένος ἐνεργὸν ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δʼ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα τοῖς χρώμασιν ἑοικέναι τὰ δʼ ὀρχήματα ταῖς γραμμαῖς, ὑφʼ ὧν ὁρίζεται τὰ εἴδη. δηλοῖ δʼ ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας τὸ γάρ ἀπέλαστον ἵππον ἢ κύναἈμυκλαίαν ἀγωνίῳἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων· ἢ τό οἷος ἀνὰ Δώτιον ἀνθεμόεν πεδίονπέταται θάνατον κεροέσσᾳ τε εὑρέμεν ματεύων ἐλάφῳ τὰν δʼ ἐπʼ αὐχένι στρέφοισαν ἕτερον κάρα πάντʼ ἐπʼ οἶμον καὶ τὰ ἑξῆς μονονοὺ λειόθεν τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δʼ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων, ἡσυχίαν ἄγειν μὴ δυναμένοις. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν δὲ γηρῶσαι νῦν ἐλαφρὸν ὄρχημʼ ἀοιδᾷ ποδῶν μιγνύμεν, Κρῆτα μιν καλέοισι τρόπον.ἀλλʼ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις. διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος ἐποίησε δέδοικα μή τι πὰρ θεοῖςἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω. καὶ γὰρ αὕτη καὶ πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δʼ οὐρανίας ἐκπεσοῦσʼ ἐκείνης τῶν μὲν ἐμπλήκτων καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου δεῖν ἅπασαν, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε. ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρʼ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων.