ὑπολαβὼν δὲ Μενέφυλος ὁ Περιπατητικὸς τὰ μὲν Δελφῶν εἶπεν ἁμωσγέπως μετέχει πιθανότητος· ὁ δὲ Πλάτων ἄτοπος, ταῖς μὲν ἀιδίοις καὶ θείαις περιφοραῖς ἀντὶ τῶν Μουσῶν τὰς Σειρῆνας ἐνιδρύων, οὐ πάνυ φιλανθρώπους οὐδὲ χρηστὰς δαίμονας· τὰς δὲ Μούσας ἢ παραλείπων παντάπασιν ἢ τοῖς τῶν Μοιρῶν ὀνόμασι προσαγορεύων καὶ καλῶν θυγατέρας Ἀνάγκης. ἄμουσον γὰρ ἡ Ἀνάγκη μουσικὸν δʼ ἡ Πειθώ, καὶ Μούσαις φιλοδαμοῦσα πολὺ μᾶλλον οἶμαι τῆς Ἐμπεδοκλέους Χάριτος στυγέει δύστλητον ἀνάγκην.πάνυ μὲν οὖν ὁ Ἀμμώνιος ἔφη τὴν ἐν ἡμῖν ἀκούσιον αἰτίαν καὶ ἀπροαίρετον ἡ δʼ ἐν θεοῖς ἀνάγκη δύστλητος οὔκ ἐστʼ οἶμαι δʼ οὐδὲ δυσπειθὴς οὐδὲ βιαία, πλὴν τοῖς κακοῖς, ὥς ἐστι νόμος ἐν πόλει τοῖς βελτίστοις τὸ βέλτιστον αὐτῆς, ἀπαράτρεπτον καὶ ἀπαράβατον οὐ τῷ μὲν ἀδυνάτῳ τῷ δʼ ἀβουλήτῳ τῆς μεταβολῆς. αἵ γε μὲν δὴ Ὁμήρου Σειρῆνες οὐ κατὰ λόγον ἡμᾶς; τῷ μύθῳ φοβοῦσιν, ἀλλὰ κἀκεῖνος ὀρθῶς ᾐνίττετο τὴν τῆς μουσικῆς αὐτῶν δύναμιν οὐκ ἀπάνθρωπον οὐδʼ ὀλέθριον οὖσαν ἀλλὰ ταῖς ἐντεῦθεν ἀπιούσαις ἐκεῖ ψυχαῖς, ὡς ἔοικε, καὶ πλανωμέναις μετὰ τὴν τελευτὴν ἔρωτα πρὸς τὰ οὐράνια καὶ θεῖα λήθην δὲ τῶν θνητῶν ἐμποιοῦσαν κατέχειν καὶ κατᾴδειν θελγομένας· αἱ δʼ ὑπὸ χαρᾶς ἕπονται καὶ συμπεριπολοῦσιν. ἐνταῦθα δὲ πρὸς ἡμᾶς ἀμυδρά τις οἷον ἠχὼ τῆς μουσικῆς ἐκείνης ἐξικνουμένη διὰ λόγων ἐκκαλεῖται καὶ ἀναμιμνήσκει τὰς ψυχὰς τῶν τότε· τὰ δʼ ὦτα τῶν μὲν πλείστων περιαλήλιπται καὶ καταπέπλασται σαρκίνοις ἐμφράγμασι καὶ πάθεσιν, οὐ κηρίνοις· ἣ δὲ διʼ εὐφυΐαν αἰσθάνεται καὶ μνημονεύει, καὶ τῶν ἐμμανεστάτων ἐρώτων οὐδὲν ἀποδεῖ τὸ πάθος αὐτῆς, γλιχομένης καὶ ποθούσης λῦσαί τε μὴ δυναμένης ἑαυτὴν ἀπὸ τοῦ σώματος. οὐ μὴν ἔγωγε παντάπασι συμφέρομαι τούτοις· ἀλλά μοι δοκεῖ Πλάτων ὡς ἀτράκτους καὶ ἠλακάτας τοὺς ἄξονας, σφονδύλους δὲ τοὺς ἀστέρας, ἐξηλλαγμένως ἐνταῦθα καὶ τὰς Μούσας Σειρῆνας ὀνομάζεινεἰρούσας τὰ θεῖα καὶ λεγούσας ἐν Ἅιδου, καθάπερ Σοφοκλέους Ὀδυσσεὺς φησι Σειρῆνας εἰσαφικέσθαι Φόρκου κόρας, θροοῦντε τοὺς Ἅιδου νόμουςΜοῦσαι δʼ εἰσὶν ὀκτὼ καὶ συμπεριπολοῦσι ταῖς ὀκτὼ σφαίραις, μία δὲ τὸν περὶ γῆν εἴληχε τόπον. αἱ μὲν οὖν ὀκτὼ περιόδοις ἐφεστῶσαι τὴν τῶν πλανωμένων ἄστρων πρὸς τὰ ἀπλανῆ καὶ πρὸς ἄλληλα συνέχουσι καὶ διασῴζουσιν ἁρμονίαν·μία δὲ τὸν μεταξὺ γῆς καὶ σελήνης τόπον ἐπισκοποῦσα καὶ περιπολοῦσα, τοῖς θνητοῖς, ὅσον αἰσθάνεσθαι καὶ δέχεσθαι πέφυκε, χαρίτων καὶ ῥυθμοῦ καὶ ἁρμονίας ἐνδίδωσι, διὰ λόγου καὶ ᾠδῆς πειθὼ πολιτικῆς καὶ κοινωνητικῆς συνεργὸν ἐπάγουσα παραμυθουμένην καὶ κηλοῦσαν ἡμῶν τὸ ταραχῶδες καὶ τὸ πλανώμενον ὥσπερ ἐξ ἀνοδίας ἀνακαλουμένην ἐπιεικῶς καὶ καθιστᾶσαν. ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰνΠιερίδων ἀίοντα κατὰ Πίνδαρον.τούτοις ἐπιφωνήσαντος τοῦ Ἀμμωνίου τὰ τοῦ Ξενοφάνους ὥσπερ εἰώθει ταῦτα δεδοξάσθαι μὲν ἐοικότα τοῖς ἐτύμοισι καὶ παρακαλοῦντος ἀποφαίνεσθαι καὶ λέγειν τὸ δοκοῦν ἕκαστον, ἐγὼ μικρὸν διασιωπήσας ἔφην ὅτι καὶ Πλάτων αὐτὸς ὥσπερ ἴχνεσι τοῖς ὀνόμασι τῶν θεῶν ἀνευρίσκειν οἴεται τὰς δυνάμεις· καὶ ἡμεῖς ὁμοίως μὲν τιθῶμεν ἐν οὐρανῷ καὶ περὶ τὰ οὐράνια μίαν τῶν Μουσῶν·, ἣ Οὐρανία φαίνεται· καὶ εἰκὸς ἐκεῖνα μὴ πολλῆς μηδὲ ποικίλης κυβερνήσεως δεῖσθαι, μίαν ἔχοντα καὶ ἁπλῆν αἴτιον φύσιν· ὅπου δὲ πολλαὶ πλημμέλειαι πολλαὶ δʼ ἀμετρίαι καὶ παραβάσεις, ἐνταῦθα τὰς ὀκτὼ μετοικιστέον, ἄλλην ἄλλο κακίας καὶ ἀναρμοστίας εἶδος ἐπανορθουμένας. ἐπεὶ δὲ τοῦ βίου τὸ μὲν σπουδῇ τὸ δὲ παιδιᾷ μέρος ἐστί, καὶ δεῖται τοῦ μουσικῶς καὶ μετρίως, τὸ μὲν σπουδάζον ἡμῶν ἥ τε Καλλιόπη καὶ ἡ Κλειὼ καὶ ἡ Θάλεια, τῆς περὶ θεοὺς ἐπιστήμης καὶ θέας ἡγεμὼν οὖσα, δόξουσιν ἐπιστρέφειν καὶ συγκατορθοῦν· αἱ δὲ λοιπαὶ τὸ μεταβάλλον ἐφʼ ἡδονὴν καὶ παιδιὰν ὑπʼ ἀσθενείας μὴ περιορᾶν ἀνιέμενον ἀκολάστως καὶ θηριωδῶς, ἀλλʼ ὀρχήσει καὶ ᾠδῇ καὶ χορείᾳ ῥυθμὸν ἐχούσῃ καὶ ἁρμονίᾳ καὶ λόγῳ κεραννύμενον εὐσχημόνως καὶ κοσμίως ἐκδέχεσθαι καὶ παραπέμπειν. ἐγὼ μέντοι, τοῦ Πλάτωνος ἐν ἑκάστῳ δύο πράξεων ἀπολείποντος ἀρχάς, τὴν μὲν ἔμφυτον ἐπιθυμίαν ἡδονῶν τὴν δʼ ἐπείσακτον δόξαν ἐφιεμένην τοῦ ἀρίστου, καὶ τὸ μὲν λόγον τὸ δὲ πάθος ἔστιν ὅτε καλοῦντος, ἑτέρας δʼ αὖ πάλιν τούτων ἑκατέρου διαφορὰς ἔχοντος, ἑκάστην ὁρῶ μεγάλης καὶ θείας ὡς ἀληθῶς παιδαγωγίας δεομένην. αὐτίκα τοῦ λόγου τὸ μέν ἐστι πολιτικὸν καὶ βασιλικόν, ἐφʼ ᾧ τὴν Καλλιόπην τετάχθαι φησὶν ὁ Ἡσίοδος· τὸ φιλότιμον δʼ ἡ Κλειὼ μάλιστα κυδαίνειν καὶ συνεπιγαυροῦν εἴληχεν ἡ δὲ Πολύμνια τοῦ φιλομαθοῦς ἐστι καὶ μνημονικοῦ τῆς ψυχῆς· διὸ καὶ Σικυώνιοι τῶν τριῶν Μουσῶν μίαν Πολυμάθειαν καλοῦσιν.Εὐτέρπῃ δὲ πᾶς ἄν τις ἀποδοίη τὸ θεωρητικὸν τῆς περὶ φύσιν ἀληθείας, οὔτε καθαρωτέρας οὔτε καλλίους ἑτέρῳ γένει παραλιπὼν εὐπαθείας καὶ τέρψεις. τῆς δʼ ἐπιθυμίας τὸ μὲν περὶ ἐδωδὴν καὶ πόσιν ἡ Θάλεια κοινωνητικὸν ποιεῖ καὶ συμποτικὸν ἐξ ἀπανθρώπου καὶ θηριώδους· διὸ τοὺς φιλοφρόνως καὶ ἱλαρῶς συνόντας ἀλλήλοις ἐν οἴνῳ θαλιάζειν λέγομεν, οὐ τοὺς ὑβρίζοντας καὶ παροινοῦντας· ταῖς δὲ περὶ συνουσίαν σπουδαῖς ἡ Ἐρατὼ παροῦσα μετὰ πειθοῦς λόγον ἐχούσης καὶ καιρὸν ἐξαιρεῖ καὶ κατασβέννυσι τὸ μανικὸν τῆς ἡδονῆς καὶ οἰστρῶδες, εἰς φιλίαν καὶ πίστιν οὐχ ὕβριν οὐδʼ ἀκολασίαν τελευτώσης. οἵδε καὶ ὀφθαλμῶν ἡδονήν, εἶδος εἴτε τῷ λόγῳ μᾶλλον εἴτε τῷ πάθει προσῆκον εἴτε κοινὸν ἀμφοῖν ἐστιν, αἱ λοιπαὶ δύο, Μελπομένη καὶ Τερψιχόρη, παραλαβοῦσαι κοσμοῦσιν· ὥστε τὴν μὲν εὐφροσύνην μὴ κήλησιν εἶναι, τὸ δὲ μὴ γοητείαν ἀλλὰ τέρψιν.