τὸ ἔνατον τῶν Συμποσιακῶν, ὦ Σόσσιε Σενεκίων, περιέχει λόγους τοὺς Ἀθήνησιν ἐν τοῖς Μουσείοις γενομένους καὶ μάλιστα τὴν ἐννεάδα ταῖς Μούσαις προσήκειν. ὁ δʼ ἀριθμὸς; ἂν ὑπερβάλλῃ τὴν συνήθη δεκάδα τῶν ζητημάτων, οὐ θαυμαστέον ἔδει γὰρ πάντα ταῖς Μούσαις ἀποδοῦναι τὰ τῶν Μουσῶν καὶ μηδὲν ἀφελεῖν ὥσπερ ἀφʼ ἱερῶν, πλείονα καὶ καλλίονα τούτων ὀφείλοντας αὐταῖς.Ἀμμώνιος Ἀθήνησι στρατηγῶν ἀπόδειξιν ἔλαβεν ἐν τῷ Διογενείῳ τῶν γράμματα, καὶ γεωμετρίαν καὶ τὰ ῥητορικὰ καὶ μουσικὴν μανθανόντων, καὶ τοὺς; εὐδοκιμήσαντας τῶν διδασκάλων ἐπὶ δεῖπνον ἐκάλεσε. παρῆσαν δὲ καὶ τῶν ἄλλων φιλολόγων συχνοὶ καὶ πάντες ἐπιεικῶς οἱ συνήθεις. ὁ μὲν οὖν Ἀχιλλεὺς μόνοις τῶν ἀγωνισαμένων τοῖς μονομαχήσασι δεῖπνον κατήγγειλε, βουλόμενος; ὥς φασιν εἴ τις ἐν τοῖς ὅπλοις ὀργὴ πρὸς ἀλλήλους καὶ χαλεπότης γένοιτο, ταύτην ἀφεῖναι καὶ καταθέσθαι τοὺς ἄνδρας ἑστιάσεως κοινῆς καὶ τραπέζης μετασχόντας τῷ δʼ Ἀμμωνίῳ συνέβαινε τοὐναντίον ἀκμὴν γὰρ ἡ τῶν διδασκάλων ἅμιλλα καὶ φιλονεικία σφοδροτέραν ἔλαβεν ἐν ταῖς κύλιξι γενομένων· ἤδη δὲ καὶ προτάσεις καὶ προκλήσεις ἦσαν ἄκριτοι καὶ ἄτακτοι.διὸ πρῶτον μὲν ἐκέλευσεν ᾆσαι τὸν Ἐράτωνα πρὸς τὴν λύραν· ᾄσαντος δὲ τὰ πρῶτα τῶν Ἔργων οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος, ἐπῄνεσεν ὡς τῷ καιρῷ πρεπόντως ἁρμοσάμενον ἔπειτα περὶ στίχων εὐκαιρίας ἐνέβαλε λόγον, ὡς μὴ μόνον χάριν ἀλλὰ καὶ χρείαν ἔστιν ὅτε μεγάλην ἐχούσης. καὶ ὁ μὲν ῥαψῳδὸς εὐθὺς ἦν διὰ στόματος πᾶσιν, ἐν τοῖς Πτολεμαίου γάμοις ἀγομένου τὴν ἀδελφὴν καὶ πρᾶγμα δρᾶν ἀλλόκοτον νομιζομένου καὶ ἄθεσμον ἀρξάμενος ἀπὸ τῶν ἐπῶν ἐκείνων Ζεὺς δʼ Ἥρην ἐκάλεσσε κασιγνήτην ἄλοχόν τε· καὶ ὁ παρὰ Δημητρίῳ τῷ βασιλεῖ ἀπρόθυμος ὢν ᾄδειν μετὰ τὸ δεῖπνον, ὥς τε προσέπεμψεν αὐτῷ τὸν υἱὸν ἔτι παιδάριον ὄντα, τὸν Φίλιππον, ἐπιβαλὼν εὐθὺς τὸν παῖδά μοι τόνδʼ ἀξίως Ἡρακλέους ἡμῶν τε θρέψαι· καὶ Ἀνάξαρχος ὑπʼ Ἀλεξάνδρου μήλοις βαλλόμενος παρὰ δεῖπνον, ἐπαναστὰς καὶ εἰπών βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί. πάντων δʼ ἄριστος Κορίνθιος παῖς αἰχμάλωτος, ὅθʼ ἡ πόλις ἀπώλετο καὶ Μόμμιος ἐκ τῶν ἐλευθέρων τοὺς ἐπισταμένους γράμματα παῖδας εὐσυσκοπῶν ἐκέλευσε γράψαι στίχον, ἔγραψε τρὶς μάκαρες Δαναοὶ καὶ τετράκις, οἳ τότʼ ὄλοντο· καὶ γὰρ παθεῖν τι τὸν Μόμμιόν φασι καὶ δακρῦσαι καὶ πάντας ἀφεῖναι ἐλευθέρους τοὺς τῷ παιδὶ προσήκοντας. ἐμνήσθη τε καὶ τῆς Θεοδώρου τοῦ τραγῳδοῦ γυναικὸς οὐ προσδεξαμένης αὐτὸν ἐν τῷ συγκαθεύδειν, ὑπογύου τοῦ ἀγῶνος ὄντος· ἐπεὶ δὲ νικήσας εἰσῆλθε πρὸς αὐτήν, ἀσπασαμένης καὶ εἰπούσης Ἀγαμέμνονος παῖ, νῦν ἐκεῖνʼ ἔξεστί σοι.ἐκ δὲ τούτου πολλὰ καὶ τῶν ἀκαίρων ἐνίοις ἐπῄει λέγειν, ὡς οὐκ ἄχρηστον εἰδέναι καὶ φυλάττεσθαι· οἷον Πομπηίῳ Μάγνῳ φασὶν ἀπὸ τῆς μεγάλης ἐπανήκοντι στρατείας τὸν διδάσκαλον τῆς θυγατρὸς ἀπόδειξιν διδόντα, βιβλίου κομισθέντος ἐνδοῦναι τῇ παιδὶ τοιαύτην ἀρχήν, ἤλυθες ἐκ πολέμου· ὡς ὤφελες αὐτόθʼ ὀλέσθαι. Κασσίῳ δὲ Λογγίνῳ λόγου προσπεσόντος ἀδεσπότου, τὸν υἱὸν ἐπὶ ξένης τεθνάναι, καὶ τἀληθὲς ἔχοντος εἰπεῖν οὐδενὸς οὐδʼ ἀνελεῖν τὸ ὕποπτον, εἰσελθὼν συγκλητικὸς ἀνὴρ πρὸς αὐτὸν ἤδη πρεσβύτερος οὐ καταφρονήσεις ἔφη Λογγῖνε, λαλιᾶς ἀπίστου καὶ κακοήθους φήμης, ὥσπερ οὐκ εἰδὼς οὐδʼ ἀνεγνωκὼς τὸ φήμη δʼ οὔ τις πάμπαν ἀπόλλυταιὁ δʼ ἐν Ῥόδῳ στίχον αἰτήσαντι γραμματικῷ ποιουμένῳ δεῖξιν ἐν τῷ θεάτρῳ προτείνας ἔρρʼ ἐκ νήσου θᾶσσον, ἐλέγχιστε ζωόντων ἄδηλον εἴτε παίζων ἐφύβρισεν εἴτʼ ἄκων ἠστόχησε. ταῦτα μὲν οὖν παρηγόρησεν ἀστείως τὸν θόρυβον.ἔθους δʼ ὄντος ἐν τοῖς Μουσείοις κλήρους περιφέρεσθαι καὶ τοὺς συλλαχόντας ἀλλήλοις προτείνειν φιλόλογα ζητήματα, φοβούμενος ὁ Ἀμμώνιος μὴ τῶν ὁμοτέχνων τινὲς ἀλλήλοις συλλάχωσι, προσέταξεν ἄνευ κλήρου γεωμέτρην γραμματικῷ προτεῖναι καὶ ῥητορικῷ μουσικόν, εἶτʼ ἔμπαλιν ἀναστρέφειν τὰς ἀνταποδόσεις.προὔτεινεν οὖν Ἑρμείας ὁ γεωμέτρης Πρωτογένει τῷ γραμματικῷ πρῶτος αἰτίαν εἰπεῖν, διʼ ἣν τὸ ἄλφα προτάττεται τῶν γραμμάτων ἁπάντων ὁ δὲ τὴν ἐν ταῖς σχολαῖς λεγομένην ἀπέδωκε· τὰ μὲν γὰρ φωνήεντα τῷ δικαιοτάτῳ λόγῳ πρωτεύειν τῶν ἀφώνων καὶ ἡμιφώνων ἐν δὲ τούτοις τῶν μὲν μακρῶν ὄντων τῶν δὲ βραχέων, τῶν δʼ ἀμφότερα καὶ διχρόνων λεγομένων, ταῦτʼ εἰκότως τῇ δυνάμει διαφέρειν. αὐτῶν δὲ τούτων πάλιν ἡγεμονικωτάτην ἔχειν τάξιν τὸ προτάττεσθαι τῶν ἄλλων δυεῖν ὑποτάττεσθαι δὲ μηδετέρῳ πεφυκός, οἷόν ἐστι τὸ ἄλφα· τουτὶ γὰρ οὔτε τοῦ ἰῶτα δεύτερον οὔτε τοῦ υ ταττόμενον ἐθέλειν ὁμολογεῖν οὐδʼ ὁμοπαθεῖν ὥστε συλλαβὴν μίαν ἐξ ἀμφοῖν γενέσθαι, ἀλλʼ ὥσπερ ἀγανακτοῦν καὶ ἀποπηδῶν ἰδίαν ἀρχὴν ζητεῖν ἀεί· ἐκείνων δʼ ὁποτέρου βούλει προταττόμενον ἀκολουθοῦντι καὶ συμφωνοῦντι χρῆσθαι καὶ συλλαβὰς ὀνομάτων ποιεῖν, ὥσπερ τοῦ αὔριον καὶ τοῦ αὐλεῖν καὶ τοῦ Αἴαντος καὶ τοῦ αἰδεῖσθαι καὶ μυρίων ἄλλων. διὸ τοῖς τρισίν, ὥσπερ οἱ πένταθλοι, περίεστι καὶ νικᾷ, τὰ μὲν πολλὰ τῷ φωνᾶεν εἶναι, τὰ δʼ αὖ φωνάεντα τῷ δίχρονον, ταῦτα δʼ αὐτὰ τῷ πεφυκέναι καθηγεῖσθαι δευτερεύειν δὲ μηδέποτε μηδʼ ἀκολουθεῖν.