φίλων ὁ ἰατρὸς διεβεβαιοῦτο τὴν καλουμένην ἐλεφαντίασιν οὐ πρὸ πολλοῦ πάνυ χρόνου γνώριμον γεγονέναι· μηδένα γὰρ τῶν παλαιῶν ἰατρῶν τοῦ πάθους τούτου πεποιῆσθαι λόγον, εἰς ἕτερα μικρὰ καὶ γλίσχρα καὶ δυσθεώρητα τοῖς πολλοῖς ἐνταθέντας. ἐγὼ δὲ καὶ μάρτυν αὐτῷ παρεῖχον ἐκ φιλοσοφίας Ἀθηνόδωρον, ἐν τῷ προτέρῳ τῶν Ἐπιδημιῶν ἱστοροῦντα πρῶτον ἐν τοῖς κατʼ Ἀσκληπιάδην χρόνοις οὐ μόνον τὴν ἐλεφαντίασιν ἀλλὰ καὶ τὸν ὑδροφόβαν ἐκφανῆ γενέσθαι. θαυμάζοντες οὖν οἱ παρόντες, εἰ νέα πάθη τότε πρῶτον ἔσχεν ἐν τῇ φύσει γένεσιν καὶ σύστασιν, οὐχ ἧττον ᾤοντο θαυμάσιον εἶναι τὸ λαθεῖν τηλικαῦτα συμπτώματα χρόνον τοσοῦτον· ἐρρύησαν δέ πως μᾶλλον οἱ πλείους ἐπὶ τὸ δεύτερον ὡς ἀνθρώπινον μᾶλλον· ἥκιστα τὴν φύσιν ἔν γε τούτοις φιλόκαινον εἶναι καὶ νέων πραγμάτων ὥσπερ ἐν πόλει τῷ, σώματι δημιουργὸν ἀξιοῦντες.ὁ δὲ Διογενιανὸς ἔφη καὶ τὰ τῆς ψυχῆς νοσήματα καὶ πάθη κοινήν τινα καὶ πάτριον ὁδὸν βαδίζειν. καίτοι παντοδαπὸν μέν εἶπεν ἡ μοχθηρία καὶ πολύτολμον, αὐτοκρατὲς δʼ ἡ ψυχὴ καὶ κύριον ὑφʼ αὑτῆς, εἰ βούλοιτο, μεταβάλλειν καὶ τρέπεσθαι ῥᾳδίως· ἔχει δέ τινα τάξιν τὸ ἄτακτον αὐτῆς καὶ τὰ μέτρα τηρεῖ τοῖς πάθεσιν, ὥσπερ ἡ θάλαττα ταῖς ὑπερεκχύσεσι, καὶ καινὸν οὐδὲν οὐδὲ τοῖς παλαιοῖς ἀνιστόρητον ἐξήνθηκε κακίας εἶδος· ἀλλὰ πολλαὶ μὲν ἐπιθυμιῶν διαφοραί, μυρία δὲ κινήματα φόβου καὶ σχήματα· τὰς δὲ λύπης καὶ ἡδονῆς μορφὰς ἔργον ἐστὶ μὴ ἀπειπεῖν ἐξαριθμούμενον· οὐ μέν τι νῦν γε κἀχθές, ἀλλʼ ἀεί ποτε ζῇ ταῦτα, κοὐδεὶς οἶδεν ἐξ ὅτου φάνη· πόθεν γε δὴ σώματι νόσημα καινὸν ἢ πάθος ὀψίγονον, ἰδίαν μὲν ὥσπερ ἡ ψυχὴ κινήσεως ἀρχὴν οἴκοθεν οὐκ ἔχοντι, συνημμένῳ δὲ κοιναῖς πρὸς τὴν φύσιν αἰτίαις καὶ κεκραμένῳ κρᾶσιν, ἧς καὶ τὸ ἀόριστον ἐντὸς ὅρων πλανᾶται, καθάπερ πλοῖον ἐν περιδρόμῳ σαλεῦον; οὔτε γὰρ ἀναίτιος νόσου σύστασὶς ἐστι, τὴν ἐκ μὴ ὄντος παρανόμως ἐπεισάγουσα γένεσιν καὶ δύναμιν τοῖς πράγμασιν αἰτίαν τε καινὴν ἔργον ἐξευρεῖν, μὴ καινὸν ἀέρα καὶ ξένον ὕδωρ καὶ τροφὰς ἀγεύστους τοῖς πρότερον ἐξ ἑτέρων τινῶν κόσμων ἢ μετακοσμίων ἀποφήναντι δεῦρο νῦν πρῶτον ἐπιρρεούσας. ἐκ τούτων γὰρ νοσοῦμεν οἷς καὶ ζῶμεν, ἴδια δὲ σπέρματα νόσων οὐκ ἔστιν· ἀλλʼ αἱ τούτων μοχθηρίαι πρὸς ἡμᾶς καὶ αἱ ἡμῶν περὶ ταῦτα πλημμέλειαι τὴν φύσιν ἐπιταράττουσιν αἱ δὲ ταραχαὶ διαφορὰς ἀιδίους ἔχουσι πολλάκις νέοις χρωμένας ὀνόμασι· τὰ γὰρ ὀνόματα τῆς συνηθείας ἐστὶ τὰ δὲ πάθη τῆς φύσεως ὅθεν ἐν ἀφωρισμένοις τούτοις ἐκεῖνα ποικιλλόμενα τὴν ἀπάτην πεποίηκεν.ὡς δὲ τοῖς τοῦ λόγου μορίοις καὶ ταῖς πρὸς ἄλληλα τούτων συντάξεσι καινὸν ἐγγενέσθαι βαρβαρισμὸν ἢ σολοικισμὸν ἐξαίφνης δυνατόν ἐστιν, οὕτως αἱ τοῦ σώματος κράσεις ὡρισμένας ἔχουσι τὰς ὀλισθήσεις καὶ παραβάσεις, τρόπον τινὰ τῇ φύσει καὶ τῶν παρὰ φύσιν ἐμπεριεχομένων. ταύτῃ γε κομψοὶ καὶ οἱ μυθογράφοι· τὰ γὰρ παντάπασιν ἔκφυλα καὶ τεράστια τῶν ζῴων γενέσθαι λέγουσιν ἐν τῇ γιγαντομαχίᾳ, τῆς σελήνης ἐκτρεπομένης καὶ τὰς ἀνατολὰς οὐχ ὅθεν εἴωθε ποιουμένης· οἱ δὲ καινὰ νοσήματα τὴν φύσιν ὥσπερ τέρατα γεννᾶν ἀξιοῦσι, μήτε πιθανὴν μήτʼ ἀπίθανον αἰτίαν τῆς ἐξαλλαγῆς πλάσσοντες, ἀλλὰ τὸ ἄγαν καὶ τὸ μᾶλλον ἐνίων παθῶν καινότητα καὶ διαφορὰν ἀποφαίνοντες· οὐκ ὀρθῶς, ὦ μακάριε Φίλων ἐπίτασις γὰρ καὶ αὔξησις μέγεθος ἢ πλῆθος προστίθησι, τοῦ δὲ γένους οὐκ ἐκβιβάζει τὸ ὑποκείμενον· ὥσπερ οὐδὲ τὴν ἐλεφαντίασιν οἴομαι σφοδρότητα τῶν ψωρικῶν τινος τούτων οὖσαν οὐδὲ τὸν ὑδροφόβαν τῶν στομαχικῶν ἢ τῶν μελαγχολικῶν. καίτοι τοῦτό γε θαυμαστόν, εἰ μηδʼ Ὅμηρος ἀγνοῶν ἐλάνθανεν ὑμᾶς· τὸν γάρ λυσσητῆρα κύνα δῆλός ἐστιν ἀπὸ τοῦ πάθους τούτου προσαγορεύων, ἀφʼ οὗ καὶ ἄνθρωποι λυσσᾶν λέγονται.ταῦτα τοῦ Διογενιανοῦ διελθόντος, ὁ Φίλων αὐτός τε μέτρια διελέχθη πρὸς τὸν λόγον αὐτοῦ, κἀμὲ συνειπεῖν παρεκάλει τοῖς ἀρχαίοις ἰατροῖς, ὡς ἀμελείας ἢ ἀγνοίας τῶν μεγίστων ὀφλισκάνουσιν, εἴ γε μὴ ταῦτα τὰ πάθη νεώτερα φαίνεται τῆς ἐκείνων ἡλικίας. πρῶτον οὖν ὁ Διογενιανὸς οὐκ ὀρθῶς ἀξιοῦν ἔδοξεν ἡμῖν τὰς ἐπιτάσεις καὶ ἀνέσεις μὴ ποιεῖν διαφορὰς μηδὲ τοῦ γένους ἐκβιβάζειν· οὕτω γὰρ οὔτʼ ὄξος ὀξίνου φήσομεν διαφέρειν οὔτε πικρότητα στρυφνότητος; οὔτε πυρῶν αἴραν οὔτε μίνθον ἡδυόσμων. καίτοι περιφανῶς ἐκστάσεις αὗται καὶ μεταβολαὶ ποιοτήτων εἰσίν, αἱ μὲν ἀνέσεις μαραινομένων αἱ δʼ ἐπιτάσεις σφοδρυνομένων· ἢ μηδὲ φλόγα πνεύματος λεπτοῦ μηδὲ φλογὸς αὐγὴν μηδὲ πάχνην δρόσου μηδὲ χάλαζαν ὄμβρου διαφέρειν λέγωμεν, ἀλλʼ ἐπιτάσεις εἶναι ταῦτα πάντα καὶ σφοδρότητας· ὥρα δὲ καὶ τυφλότητα μηθὲν ἀμβλυωπίας φάναι διαφέρειν μηδὲ ναυτίας χολέραν, ἀλλὰ τῷ μᾶλλον καὶ ἧττον παραλλάττειν. καίτοι ταῦτα πρὸς λόγον οὐθέν ἐστιν· ἂν γὰρ αὐτὴν λέγωσι δεξάμενοι τὴν ἐπίτασιν καὶ τὴν σφοδρότητα νῦν γεγονέναι, πρῶτον, ἐν ποσῷ γιγνομένης τῆς καινότητος οὐκ ἐν ποιῷ, μένει τὸ παράδοξον ὁμοίως· ἔπειτα τοῦ Σοφοκλέους ἐπὶ τῶν, ὅτι μὴ πρότερον ἦν, ἀπιστουμένων, εἰ γέγονε νῦν, οὐ φαύλως εἰπόντος ἅπαντα τἀγένητα πρῶτον ἦλθʼ ἅπαξ δοκεῖ καὶ λόγον ἔχειν τὸ μὴ δρόμῳ, καθάπερ ὕσπληγος μιᾶς πεσούσης, ἐκδραμεῖν τὰ πάθη πρὸς τὴν γένεσιν, ἄλλων δʼ ἄλλοις ἀεὶ κατόπιν ἐπιγιγνομένων, ἕκαστον ἐν χρόνῳ τινὶ λαβεῖν τὴν πρώτην γένεσιν. εἰκάσαι δʼ ἄν τις ἔφην ἐγὼ τὰ μὲν ἀπʼ ἐνδείας ὅσα τε καῦμα προσπῖπτον ἢ ψῦχος ἐμποιεῖ, ταῦτα πρῶτον τοῖς σώμασι παραγενέσθαι· πλησμονὰς δὲ καὶ θρύψεις καὶ ἡδυπαθείας ὕστερον ἐπελθεῖν μετʼ ἀργίας καὶ σχολῆς διʼ ἀφθονίαν τῶν ἀναγκαίων πολὺ περίττωμα ποιούσας καὶ πονηρόν, ἐν ᾧ ποικίλα νοσημάτων εἴδη παντοδαπάς τε τούτων ἐπιπλοκὰς πρὸς ἀλλήλας καὶ μίξεις ἀεί τι νεωτερίζειν.