ὥστʼ, εἴ τι τῶν ἀσηρῶν καὶ πεφροντισμένων ὁ ἄκρατος οὐκ ἐξέσεισεν οὐδὲ διέλυσε, τοῦτο τῇ χάριτι καὶ πραότητι τοῦ μέλους ὑποκατακλινόμενον ἡσυχάζειν, ἄν γε δὴ καὶ αὐτὸς τὸ μέτριον αὑ διαφυλάττῃ μὴ παθαινόμενος μηδʼ ἀνασοβῶν καὶ παρεξιστὰς βόμβυξι καὶ πολυχορδίαις τὴν διάνοιαν ὑγρὰν ὑπὸ τῆς μέθης καὶ ἀκροσφαλῆ γεγενημένην. ὡς · γὰρ τὰ θρέμματα λόγου μὲν οὐ συνίησι διάνοιαν ἔχοντος, σιγμοῖς δὲ καὶ ποππυσμοῖς ἀμελέσιν ἢ σύριγξι καὶ στρόμβοις ἐγείρουσι καὶ κατευνάζουσι πάλιν οἱ νέμοντες, οὕτως, ὅσον ἔνεστι τῇ ψυχῇ φορβαδικὸν καὶ ἀγελαῖον καὶ ἀξύνετον λόγου καὶ ἀνήκοον, μέλεσι καὶ ῥυθμοῖς; ἐπιψάλλοντες καὶ καταυλοῦντες εὖ τίθενται καὶ καταπραΰνουσιν. οὐ μὴν ἀλλʼ εἰ δεῖ τὸ γʼ ἐμοὶ φαινόμενον εἰπεῖν, οὔτʼ ἂν αὐλοῦ ποτε καθʼ αὑτὸν οὔτε λύρας μέλει χωρὶς λόγου καὶ ᾠδῆς ἐπιτρέψαιμι τὸ συμπόσιον, ὥσπερ ῥεύματι φέρειν ὑπολαμβάνοντι· δεῖ γὰρ οὕτως ἐθίζειν καὶ σπουδάζοντας καὶ παίζοντας, ὥστε καὶ τὰς ἡδονὰς ἐκ λόγου λαμβάνειν καὶ τὰς διατριβὰς ἐν λόγῳ ποιεῖσθαι· τὸ δὲ μέλος καὶ τὸν ῥυθμὸν ὥσπερ ὄψον ἐπὶ τῷ λόγῳ καὶ μὴ καθʼ αὑτὰ προσφέρεσθαι μηδὲ λιχνεύειν. ὡς γὰρ ἡδονὴν ἐν οἴνῳ καὶ ὄψῳ τῇ χρείᾳ τῆς τροφῆς συνεισιοῦσαν οὐδεὶς ἀπωθεῖται, τὴν δʼ ἐπὶ τοῖς μύροις οὐκ ἀναγκαίαν καὶ περίεργον οὖσαν ὁ Σωκράτης ἐπὶ κόρρης ῥαπίζων ἐξέβαλλεν· οὕτω ψαλτηρίου φωνῆς καὶ αὐλοῦ, καθʼ ἑαυτὴν τὰ ὦτα κοπτούσης, μὴ ὑπακούωμεν· ἂν δʼ ἕπηται μετὰ λόγου καὶ ᾠδῆς ἑστιῶσα καὶ τέρπουσα τὸν ἐν ἡμῖν λόγον, εἰσάγωμεν, οἰόμενοι καὶ τὸν Μαρσύαν ἐκεῖνον ὑπὸ τοῦ θεοῦ κολασθῆναι, ὅτι φορβειᾷ καὶ αὐλοῖς ἐπιστομίσας ἑαυτὸν ἐτόλμησε ψιλῷ μέλει διαγωνίζεσθαι πρὸς ᾠδὴν καὶ κιθάραν. μόνον ἔφην σκοπῶμεν, ὅπως συμπόταις διὰ λόγου καὶ φιλοσοφίας ἀλλήλους εὐφραίνειν δυναμένοις μηδὲν ἐπάξομεν τοιοῦτον θύραθεν, ὃ κώλυμα διαγωγῆς μᾶλλον ἢ διαγωγή τις ἔσται.οὐ γὰρ μόνον ὅσοι τὴν σωτηρίαν οἴκοι καὶ παρʼ αὑτῶν ἔχοντες ἄλλην θέλουσιν εἰσαγώγιμον λαβεῖν, ὡς Εὐριπίδης εἶπεν, ἀβέλτεροὶ εἰσιν, ἀλλὰ καὶ ὅσοι, πολλῆς ἐν αὐτοῖς εὐφροσύνης καὶ θυμηδίας παρούσης, ἔξωθεν ἐπάγειν τὰ τέρποντα φιλοτιμοῦνται. καὶ γὰρ ἡ τοῦ μεγάλου βασιλέως μεγαλοφροσύνη πρὸς Ἀνταλκίδαν τὸν Λάκωνα δεινῶς ἀπειρόκαλος ἐφάνη καὶ ἀγροῖκος, ὁπηνίκα ῥόδων καὶ κρόκου μεμιγμένων στέφανον εἰς μύρον βάψας ἔπεμψεν αὐτῷ, τὸ σύμφυτον καὶ ἴδιον καλὸν ἀποσβέσας καὶ καθυβρίσας τοῖς ἄνθεσιν. ὅμοιον οὖν ἐστι τό, συμποσίου χάριν ἔχοντος ἐν ἑαυτῷ καὶ μοῦσαν ἰδίαν, καταυλεῖν καὶ καταψάλλειν ἔξωθεν, ἀφαιρούμενον τῷ ἀλλοτρίῳ τὸ οἰκεῖον. μάλιστα γοῦν ἀκροαμάτων ἂν εἴη καιρὸς ἐν συμποσίῳ κυμαίνοντι καὶ κορυσσομένῳ πρὸς ἔριν ἢ φιλονεικίαν ὥστε λοιδορίαν τινὰ κατασβέσαι καὶ ζητήσεως εἰς ἅμιλλαν ἀτερπῆ καὶ ἀγῶνα σοφιστικὸν ἐκφερομένης ἐπιλαμβάνεσθαι, καὶ ἀγῶνας ἐκκλησιαστικοὺς καὶ ἀγοραίους ἐπισχεῖν, ἄχρι ἂν αὖθις ἐξ ἀρχῆς ἀθόρυβον καὶ ἀνήνεμον γένηται τὸ συμπόσιον.περὶ ὧν ἔμελλον ἐκκλησιάζειν Ἀθηναῖοι λόγος ἦν παρὰ τὸ δεῖπνον, ἑστιῶντος ἡμᾶς Νικοστράτου· καί τινος εἰπόντος ὡςΠερσικὸν πρᾶγμα ποιοῦμεν, ὦ ἄνδρες, βουλευόμενοι παρʼ οἶνον·τί μᾶλλον ἔφη ὁ Γλαυκίας ὑπολαβών ἢ Ἑλληνικόν; Ἕλλην μὲν γὰρ ἦν ὁ εἰπών γαστρὸς ἀπὸ πλείης βουλὴ καὶ μῆτις ἀμείνων· Ἕλληνες δὲ σὺν Ἀγαμέμνονι Τροίαν ἐπολιόρκουν, οἷς φαγοῦσι καὶ πιοῦσιν ὁ γέρων πάμπρωτον ὑφαίνειν ἤρχετο μῆτιν; ἐπʼ αὐτὸ τοῦτο τῆς κλήσεως καὶ τῶν ἀρίστων εἰσηγητὴς τῷ βασιλεῖ γενόμενος, δαίνυ δαῖτα γέρουσι,πολλῶν γάρ τοι φησίν ἀγρομένων τῷ πείσεαι, ὅς κεν ἀρίστην βουλὴν βουλεύσῃ. διὸ καὶ τὰ πλείστῃ χρησάμενα τῆς Ἑλλάδος εὐνομίᾳ γένη καὶ μάλιστα φιλοχωρήσαντα περὶ τοὺς ἀρχαίους ἐθισμοὺς,· ἐν οἴνῳ τὰς ἀρχὰς συνεῖχε. τὰ γὰρ παρὰ Κρησὶν Ἀνδρεῖα καλούμενα, παρὰ δὲ Σπαρτιάταις Φιδίτια, βουλευτηρίων ἀπορρήτων καὶ συνεδρίων ἀριστοκρατικῶν τάξιν εἶχεν, ὥσπερ οἶμαι καὶ τὸ ἐνθάδε Πρυτανεῖον καὶ Θεσμοθετεῖον οὐ πόρρω δὲ τούτων ὁ νυκτερινὸς σύλλογος παρὰ Πλάτωνι τῶν ἀρίστων καὶ πολιτικωτάτων ἀνδρῶν ἐστιν, ἐφʼ ὃν ἀναπέμπεται τὰ μέγιστα καὶ πλείστης ἄξια φροντίδος. οἱ δὲ τῷ Ἑρμῇ πυμάτῳ σπένδοντες, ὅτε μνησαίατο κοίτου, ἆρʼ οὐκ εἰς ταὐτὸ συνάγουσι τῷ οἴνῳ τὸν λόγον; ὡς γοῦν παρόντι καὶ συνεπισκοποῦντι τῷ φρονιμωτάτῳ θεῷ, πρῶτον ἀπαλλαττόμενοι προσεύχονται. οἱ δὲ πάμπαν ἀρχαῖοι ὡς οὐδὲ τοῦ Ἑρμοῦ δεόμενον τὸν Διόνυσον αὐτὸν Εὐβουλῆ καὶ τὴν νύκτα διʼ ἐκεῖνον εὐφρόνην προσεῖπον.ταῦτα τοῦ Γλαυκίου διεξελθόντος, ἔδοξαν ἡμῖν ἐπιεικῶς οἱ θορυβώδεις ἐκεῖνοι κατακεκοιμίσθαι λόγοι, καὶ ὅπως ἔτι μᾶλλον αὐτῶν ἀμνηστία γένοιτο, ζήτησιν ἑτέραν ἐπάγων Νικόστρατος ἔφη πρότερον οὐ πάνυ μέλειν αὐτῷ Περσικοῦ τοῦ πράγματος εἶναι δοκοῦντος· ἐπεὶ δὲ νῦν Ἑλληνικὸν εἶναι πεφώραται, δεῖσθαι λόγου βοηθοῦντος αὐτῷ πρὸς τὴν αὐτόθεν φαινομένην ἀτοπίαν. ὅ τε γὰρ λογισμός, ὥσπερ ὀφθαλμὸς ἐν ὑγρῷ σάλον ἔχοντι, δυσκίνητον ἡμῖν καὶ δύσεργόν ἐστι τά τε πάθη πανταχόθεν ὥσπερ ἑρπετὰ πρὸς ἥλιον σαλευόμενα πρὸς τὸν οἶνον καὶ ἀναδυόμενα τὴν γνώμην ἐπισφαλῆ ποιεῖ καὶ ἀκατάστατον. ὅθεν ὥσπερ ἡ κλίνη τοῖς πίνουσι τῆς καθέδρας ἀμείνων, ὅτι τὸ σῶμα κατέχει καὶ ἀπολύει κινήσεως ἁπάσης, οὕτως ἔχειν ἀτρέμα τὴν ψυχὴν ἄριστον· εἰ δὲ μή, δοτέον, ὥσπερ παισὶν ἀτρεμεῖν μὴ δυναμένοις, οὐ δόρυ καὶ ξίφος, ἀλλὰ πλαταγὴν καὶ σφαῖραν, ὥσπερ ὁ θεὸς τὸν νάρθηκα τοῖς μεθύουσιν ἐνεχείρισε κουφότατον βέλος καὶ μαλακώτατον ἀμυντήριον, ὅπως, ἐπεὶ τάχιστα παίουσιν, ἥκιστα βλάπτωσι· δεῖ γὰρ γελοῖα τὰ σφάλματα τοῖς μεθύουσι ποιεῖν, οὐκ οἰκτρὰ καὶ τραγικὰ καὶ μεγάλας ἀποτεύξεις ἔχοντα. καὶ μήν, ὅπερ ἐστὶ μέγιστον ἐν ταῖς περὶ τῶν μεγίστων σκέψεσι, τὸν ἐνδεᾶ νοῦ καὶ πραγμάτων ἄπειρον ἕπεσθαι τοῖς φρονοῦσι καὶ τῶν ἐμπείρων ἀκούειν, ἀφαιρεῖται τοὺς μεθύοντας ὁ οἶνος· ὥστε καὶ τοὔνομα γενέσθαι φησὶν ὁ Πλάτωνὅτι οἴεσθαι νοῦν ἔχειν ποιεῖ τοὺς πίνοντας· οὔτε γὰρ ἐλλόγιμος οὔτε καλὸς οὔτε πλούσιος οὕτως οἴεται, καίπερ οἰόμενος, εἶναι τῶν πινόντων ἕκαστος, ὡς φρόνιμος· διὸ καὶ πολύφωνος ὁ οἶνός ἐστι καὶ λαλιᾶς ἀκαίρου καὶ φρονήματος ἡγεμονικοῦ καταπίμπλησιν, ὡς οὐκ ἀκούειν ἀλλʼ ἀκούεσθαι μᾶλλον ἡμῖν καὶ ἄγειν οὐχ ἕπεσθαι προσῆκον. ἀλλὰ γάρ ἔφη τὰ μὲν εἰς τοῦτο ῥᾳδίως ἄν τις συναγάγοι· δῆλα γάρ ἐστι· τῶν δʼ ἐναντίων ἀκουστέον, εἴ τις ἢ νέος προσέστηκεν ἢ πρεσβύτερος.