ὑπολαβὼν δʼ ὁ Λεύκιος ἔφη τῆς μάμμης ἀκηκοὼς μνημονεύειν, ὡς ἱερὸν μὲν ἡ τράπεζα, δεῖ δὲ τῶν ἱερῶν μηδὲν εἶναι κενόν. ἐμοὶ δʼ εἶπεν ἐδόκει καὶ μίμημα τῆς γῆς ἡ τράπεζʼ εἶναι· πρὸς γὰρ τῷ τρέφειν ἡμᾶς καὶ στρογγύλη καὶ μόνιμός ἐστι καὶ καλῶς ὑπʼ ἐνίων ἑστία καλεῖται. καθάπερ γὰρ τὴν γῆν ἀεί τι χρήσιμον ἔχειν καὶ φέρειν ἡμῖν ἀξιοῦμεν, οὕτως οὐδὲ τὴν τράπεζαν οἰόμεθα δεῖν κενὴν ὁρᾶν καὶ ἀνερμάτιστον ἀπολειπομένην.ἐν Πυθίοις Καλλίστρατος, τῶν Ἀμφικτυόνων ὢν ἐπιμελητής, αὐλῳδόν τινα πολίτην καὶ φίλον ὑστερήσαντα τῆς ἀπογραφῆς τοῦ μὲν ἀγῶνος εἶρξε κατὰ τὸν νόμον· ἑστιῶν δʼ ἡμᾶς παρήγαγεν εἰς τὸ συμπόσιον ἐσθῆτι καὶ στεφάνοις, ὥσπερ ἐν ἀγῶνι, μετὰ τοῦ χοροῦ κεκοσμημένον ἐκπρεπῶς. καὶ νὴ Δία κομψὸν ἦν ἀκρόαμα τὸ πρῶτον· ἔπειτα διασείσας καὶ διακωδωνίσας τὸ συμπόσιον, ὡς ᾐσθάνετο τοὺς πολλοὺς ἐγκεκλικότας καὶ παρέχοντας ὑφʼ ἡδονῆς ὅ τι βούλοιτο χρῆσθαι, καὶ καταυλεῖν καὶ ἀκολασταίνειν, ἀποκαλυψάμενος παντάπασιν, ἐπεδείξατο τὴν μουσικὴν παντὸς οἴνου μᾶλλον μεθύσκουσαν τοὺς ὅπως ἔτυχε καὶ ἀνέδην αὐτῆς ἐμφορουμένους οὐδὲ γὰρ κατακειμένοις ἔτι βοᾶν ἐξήρκει καὶ κροτεῖν, ἀλλὰ τελευτῶντες ἀνεπήδων οἱ πολλοί, καὶ συνεκινοῦντο κινήσεις ἀνελευθέρους, πρεπούσας δὲ τοῖς κρούμασιν ἐκείνοις καὶ τοῖς μέλεσιν. ἐπεὶ δʼ ἐπαύσαντο καὶ κατάστασιν αὖθις ὥσπερ ἐκ μανίας ὁ πότος ἐλάμβανεν, ἐβούλετο μὲν ὁ Λαμπρίας εἰπεῖν τι καὶ παρρησιάσασθαι πρὸς τοὺς νέους ὀρρωδοῦντι δʼ ὅμως αὐτῷ μὴ λίαν ἀηδὴς γένηται καὶ λυπηρός, οὔτως ὁ Καλλίστρατος ὥσπερ ἐνδόσιμον παρέσχε τοιαῦτά τινα διαλεχθείς·ἀκρασίας μέν ἔφη καὶ αὐτὸς ἀπολύω τὸ φιλήκοον καὶ φιλοθέαμον οὐ μὴν Ἀριστοξένῳ γε συμφέρομαι παντάπασι, ταύταις μόναις φάσκοντι ταῖς ἡδοναῖς τὸ καλῶς ἐπιλέγεσθαι. καὶ γὰρ ὄψα καλὰ καὶ μύρα καλοῦσι καὶ καλῶς γεγονέναι λέγουσι δειπνήσαντες ἡδέως καὶ πολυτελῶς. δοκεῖ δέ μοι μηδʼ Ἀριστοτέλης αἰτίᾳ δικαίᾳ τὰς περὶ θέαν καὶ ἀκρόασιν εὐπαθείας ἀπολύειν ἀκρασίας, ὡς μόνας ἀνθρωπικὰς οὔσας· ταῖς δʼ ἄλλαις καὶ τὰ θηρία φύσιν ἔχοντα χρῆσθαι καὶ κοινωνεῖν. ὁρῶμεν γὰρ ὅτι καὶ μουσικῇ πολλὰ, κηλεῖται τῶν ἀλόγων, ὥσπερ ἔλαφοι σύριγξιν, ἵπποις δὲ μιγνυμέναις ἐπαυλεῖται νόμος, ὃν ἱππόθορον ὀνομάζουσιν ὁ δὲ Πίνδαρός φησι κεκινῆσθαι πρὸς ᾠδήν ἁλίου δελφῖνος ὑπόκρισιν· τὸν μὲν ἀκύμονος ἐν πόντου πελάγει αὐλῶν ἐκίνησʼ ἐρατὸν μέλος. ὀρχούμενοι δὲ τοὺς σκῶπας αἱροῦσι, χαίροντας τῇ ὄψει καὶ μιμητικῶς ἅμα δεῦρο κἀκεῖσε τοὺς ὤμους συνδιαφέροντας. οὐδὲν οὖν ὁρῶ τὰς τοιαύτας ἡδονὰς ἴδιον ἐχούσας, ἢ ὅτι μόναι τῆς ψυχῆς εἰσιν, αἱ δʼ ἄλλαι τοῦ σώματος καὶ περὶ τὸ σῶμα καταλήγουσι· μέλος δὲ καὶ ῥυθμὸς καὶ ὄρχησις καὶ ᾠδὴ παραμειψάμεναι τὴν αἴσθησιν, ἐν τῷ χαίροντι τῆς ψυχῆς ἀπερείδονται τὸ ἐπιτερπὲς καὶ γαργαλίζον. ὅθεν οὐδεμία τῶν τοιούτων ἡδονῶν ἀπόκρυφός ἐστιν οὐδὲ σκότους δεομένη καὶ τῶν τοίχων περιθεόντων, ὡς οἱ Κυρηναϊκοὶ λέγουσιν· ἀλλὰ καὶ στάδια ταύταις καὶ θέατρα ποιεῖται· καὶ τὸ μετὰ πολλῶν θεάσασθαί τι καὶ ἀκοῦσαι ἐπιτερπέστερόν ἐστι καὶ σεμνότερον, οὐκ ἀκρασίας δήπου καὶ ἡδυπαθείας ἀλλʼ ἐλευθερίου διατριβῆς καὶ ἀστείας μάρτυρας ἡμῶν ὅτι πλείστους λαμβανόντων.ταῦτα τοῦ Καλλιστράτου εἰπόντος, ὁ Λαμπρίας ὁρῶν ἔτι μᾶλλον ἐκείνους τοὺς τῶν· ἀκροαμάτων χορηγοὺς θρασυνομένους οὐ τοῦτʼ ἔφη τὸ αἴτιον, ὦ παῖ Λέοντος, ἀλλά μοι δοκοῦσιν οὐκ ὀρθῶς οἱ παλαιοὶ παῖδα Λήθης τὸν Διόνυσον ἔδει γὰρ πατέρα προσαγορεύειν ὑφʼ οὗ καὶ σὺ νῦν ἀμνημονεῖν ἔοικας, ὅτι τῶν περὶ τὰς ἡδονὰς ἁμαρτανομένων τὰ μὲν ἀκρασία τὰ δʼ ἄγνοια ποιεῖ καὶ παρόρασις. ὅπου μὲν γὰρ ἡ βλάβη πρόδηλός ἐστι, ταῦτʼ ἀκρασίᾳ καταβιαζόμενοι τὸν λογισμὸν ἐξαμαρτάνουσιν· ὅσα δʼ οὐκ εὐθὺς οὐδὲ παραχρῆμα τῆς ἀκολασίας τὸν μισθὸν ἐπιτίθησι, ταῦθʼ ὑπʼ ἀγνοίας τοῦ βλάπτοντος αἱροῦνται καὶ πράττουσι. διὸ τοὺς μὲν περὶ ἐδωδὰς καὶ ἀφροδίσια καὶ πότους ἀστοχοῦντας, οἷς νόσοι τε πολλαὶ καὶ χρημάτων ὄλεθροι συνακολουθοῦσι καὶ τὸ κακῶς ἀκούειν, ἀκρατεῖς προσαγορεύομεν ὡς Θεοδέκτην ἐκεῖνον εἰπόντα χαῖρε φίλον φῶς ὀφθαλμιῶντα, τῆς ἐρωμένης ἐπιφανείσης· ἢ τὸν Ἀβδηρίτην Ἀνάξαρχον, ὅς ῥα καὶ εἰδώς, ὡς φάσαν, ἄθλιος ἔσκε· φύσις δέ μιν ἔμπαλιν ἦγενἡδονοπλήξ, τῇ πλεῖστοι ὑποτρείουσι σοφιστῶν. ὅσαι δὲ τῶν ἡδονῶν τοὺς περὶ γαστέρα καὶ αἰδοῖα καὶ γεῦσιν καὶ ὄσφρησιν ἀντιτεταγμένους αὐταῖς καὶ ὅπως οὐχ ἁλώσονται προσέχοντας, ἐκπεριοδεύουσαι περὶ τὰ ὄμματα καὶ τὰ ὦτα λανθάνουσιν ἐνῳκισμέναι καὶ λοχῶσαι, τούτους ἐκείνων οὐδὲν ἧττον ἐμπαθεῖς ὄντας καὶ ἀκολάστους ἀκρατεῖς ὁμοίως οὐ καλοῦμεν· οὐ γὰρ εἰδότες ἀλλὰ διʼ ἀπειρίαν ὑποφέρονται, καὶ νομίζουσι τῶν ἡδονῶν εἶναι κρείττονες, ἂν ἐν θεάτροις ἄσιτοι καὶ ἄποτοι διημερεύσωσιν ὥσπερ εἰ τῶν κεραμίων μέγα φρονοίη τὸ μὴ ἀπὸ τῆς γαστρὸς αἰρόμενον ἢ τοῦ πυθμένος, ἐκ δὲ τῶν ὤτων ῥᾳδίως μεταφερόμενον. ὅθεν Ἀρκεσίλαος οὐδὲν ἔφη διαφέρειν τοῖς ὄπισθεν εἶναι κίναιδον ἢ τοῖς ἔμπροσθεν.