ἐπεὶ δὲ τοῦτο μὲν ὁ Φλῶρος ᾤετο παιδιὰν εἶναι καὶ φλύαρον, ἐκείνων δʼ οὐκ ἄν τινα τῆς αἰτίας ὡς ἀλήπτου προέσθαι τὴν ζήτησιν ἐξεύρηκα ἔφην φάρμακον, ᾧ πρὸς τὸν λόγον ἐφʼ ἡμᾶς προσάξεις τουτονί, ἐὰν καὶ σὺ διαλύσῃς ἔνια τῶν ἐκκειμένων. δοκεῖ δή μοι ἡ ψυχρότης· τὸ ἀτέραμον ἐμποιεῖν τοῖς τε πυροῖς καὶ τοῖς χέδροψι, πιέζουσα καὶ πηγνύουσα τὴν ἕξιν ἄχρι σκληρότητος· ἡ δὲ θερμότης εὐδιάλυτον καὶ μαλακόν; ὅθεν οὐκ ὀρθῶς οἱ λέγοντες ἔτος φέρει οὔτις ἄρουρα τὰ καθʼ Ὁμήρου λέγουσι· τὰ γὰρ ἔνθερμα φύσει χωρία, κρᾶσιν εὐμενῆ τοῦ ἀέρος ἐνδιδόντος, ἐκφέρει μαλακωτέρους τοὺς· καρπούς. ὅσα τοίνυν ἐκ τῆς χειρὸς εὐθὺς εἰς τὴν γῆν ἀφιέμενα ἐμπίπτει τῶν σπερμάτων, ἐνδυόμενα καὶ λοχευόμενα τῇ κρύψει μᾶλλον ἀπολαύει τῆς ἐν τῇ γῇ θερμότητος καὶ ὑγρότητος· τὰ δὲ προσκρούοντα τοῖς κέρασι τῶν βοῶν οὐ τυγχάνει τῆς ἀρίστης καθʼ Ἡσίοδονεὐθημοσύνης,ἀλλὰ σφαλλόμενα καὶ παρολισθαίνοντα ῥιπτομένοις μᾶλλον ἢ σπειρομένοις προσέοικεν ὅθεν ἢ φθείρουσιν αὐτὰ παντάπασιν αἱ ψυχρότητες, ἢ δύστηκτα καὶ ἄχυμα καὶ ξυλώδη τοῖς χιτῶσι γυμνοῖς ἐπισκήπτουσαι ποιοῦσιν. ὁρᾷς γὰρ ὅτι καὶ τῶν λίθων τὰ ἔγγαια καὶ ζῳόφυτα μέρη μαλακώτερα τῶν ἐπιπολῆς ἡ ἀλέα φυλάττει· διὸ καὶ κατορύττουσιν οἱ τεχνῖται τοὺς ἐργασίμους λίθους, ὥσπερ ἐκπεπαινομένους ὑπὸ τῆς θερμότητος· οἱ δʼ ὕπαιθροι καὶ γυμνοὶ διὰ ψῦχος ἀντίτυποι καὶ δυσμετάβλητοι καὶ ἀτεράμονες ἀπαντῶσι τοῖς ἔργοις. τοὺς δὲ καρπούς, κἂν ἐπὶ τῆς ἅλω διαμείνωσι πλείω χρόνον ὑπαίθριοι καὶ γυμνοί, μᾶλλον ἀτεράμονας γίγνεσθαι λέγουσι τῶν εὐθὺς αἰρομένων. ἐνιαχοῦ δὲ καὶ πνεῦμα λικμωμένοις ἐπιγιγνόμενον ἀτεράμονας ποιεῖ διὰ τὸ ψῦχος, ὥσπερ ἐν Φιλίπποις τῆς Μακεδονίας ἱστοροῦσι· τοῖς δʼ ἀποκειμένοις βοηθεῖ τὸ ἄχυρον. οὐ δεῖ δὲ θαυμάζειν ἀκούοντας τῶν γεωργῶν, ὅτι καὶ δυεῖν αὐλάκων παραλλήλων ἡ μὲν ἀτεράμονας, ἡ δὲ τεράμονας ἐκφέρει τοὺς καρπούς·καὶ ὃ μέγιστόν ἐστι, τοῦ κυάμου τῶν λοβῶν οἱ μὲν τοίους οἱ δὲ τοίους, δηλονότι τοῖς μὲν ἧττον τοῖς δὲ μᾶλλον ἢ πνεύματος ψυχροῦ προσπεσόντος ἢ ὕδατος.Ἀλεξίων ὁ πενθερὸς κατεγέλα τοῦ Ἡσιόδου παραινοῦντος ἀρχομένου πίθου καὶ λήγοντος ἐμφορεῖσθαι, μεσσόθι δὲ φείδεσθαι ὅπου τὸ χρηστότατον οἰνάριον ἔστι. τίς γάρ ἔφη οὐκ οἶδεν, ὅτι τοῦ μὲν οἴνου τὸ μέσον γίγνεται βέλτιστον, τοῦ δʼ ἐλαίου τὸ ἀνωτάτω, τὸ δὲ κατωτάτω τοῦ μέλιτος; ὁ δʼ ἐᾶν ἐκέλευε τὸν ἐν μέσῳ οἶνον καὶ περιμένειν, ἄχρι ἂν μεταβάλῃ πρὸς τὸ χεῖρον, ἀποδεοῦς τοῦ πίθου γενομένου. ῥηθέντων δὲ τούτων, χαίρειν ἐάσαντες; τὸν Ἡσίοδον ἐπὶ τὸ ζητεῖν τὴν αἰτίαν τῆς διαφορᾶς ὥρμησαν.ὁ μὲν οὖν τοῦ μέλιτος λόγος οὐ πάνυ πολλὰ πράγματα παρέσχεν ἡμῖν, πάντων ὡς ἔπος εἰπεῖν ἐπισταμένων, ὅτι τὸ κουφότατον ὑπὸ μανότητος κουφότατὸν ἐστι, τὸ δὲ πυκνὸν καὶ συνεχὲς διὰ βάρος ὑφίσταται τῷ λοιπῷ· κἂν περιτρέψῃς τὸ ἀγγεῖον, αὖθις ὀλίγῳ χρόνῳ τὴν προσήκουσαν ἑκάτερον ἀπολαμβάνει χώραν, τοῦ μὲν κάτω φερομένου τοῦ δʼ ἐπιπολάζοντος. οὐ μὴν οὐδʼ ὁ οἶνος ἀπελείφθη πιθανῶν ἐπιχειρημάτων· πρῶτον μὲν γὰρ ἡ δύναμις αὐτοῦ, θερμότης οὖσα, πρὸς τὸ μέσον εὐλόγως δοκεῖ συνῆχθαι μάλιστα, καὶ τοῦτο διατηρεῖν βέλτιστον· ἔπειτα τὸ μὲν κάτω διὰ τὴν τρύγα φαῦλον εἶναι, τὸ δʼ ἐξ ἐπιπολῆς τοῦ ἀέρος φθείρεσθαι πλησιάζοντος. ὅτι γὰρ ἐξίστησιν ὁ ἀὴρ τῆς ποιότητος τὸν οἶνον ἴσμεν ἐπισφαλέστατον ὄντα· διὸ καὶ κατορύττουσι τοὺς πίθους καὶ σκεπάζουσιν, ὅπως ὅτι σμικρότατος ἀὴρ αὐτῶν ἐπιψαύῃ. τὸ δὲ μέγιστον, οὐ φθείρει πλῆρες ἀγγεῖον οὕτω ῥᾳδίως οἶνον ὡς ἀποδεὲς γενόμενον· πολὺς γὰρ εἰς τὸ κενούμενον ἐπεισρέων ὁ ἀὴρ ἐξίστησι μᾶλλον· ἐν δὲ τοῖς μεστοῖς ὁ οἶνος αὐτὸς ὑφʼ αὑτοῦ συνέχεται, πολὺ τοῦ φθείροντος ἔξωθεν μὴ παραδεχόμενος·τὸ δʼ ἔλαιον οὐ φαύλην διατριβὴν παρέσχεν. ὁ μὲν γάρ τις ἔφη τὸ κάτω τοῦ ἐλαίου γίγνεσθαι χεῖρον, ὑπὸ τῆς ἀμόργης ἀναθολούμενον, οὐ τὸ ἄνω βέλτιον ὂν ἀλλὰ δοκοῦν, ὅτι πορρωτάτω τοῦ βλάπτοντός ἐστιν. ἄλλος ᾐτιᾶτο τὴν πυκνότητα, διʼ ἣν ἀμικτότατόν ἐστι καὶ τῶν ἄλλων ὑγρῶν οὐδὲν εἰς αὑτὸ δέχεται, πλὴν βίᾳ καὶ ὑπὸ πληγῆς ἀνακοπτόμενον· ὅθεν οὐδὲ τῷ ἀέρι δίδωσιν ἀνάμιξιν, ἀλλʼ ἀποστατεῖ διὰ λεπτότητα τῶν μορίων καὶ συνέχειαν, ὥσθʼ ἧττον ὑπʼ αὐτοῦ τρέπεσθαι μὴ κρατοῦντος. ἐδόκει δὲ πρὸς τοῦτον ὑπεναντιοῦσθαι τὸν λόγον Ἀριστοτέλης, τετηρηκώς, ὥς φησιν, εὐωδέστερόν τε γιγνόμενον καὶ βέλτιον ὅλως τὸ ἐν τοῖς ἀποκενουμένοις ἀγγείοις ἔλαιον· εἶτα τῷ ἀέρι τὴν αἰτίαν τῆς βελτιώσεως ἀνατίθησι· πλείων γάρ ἐστι καὶ κρατεῖ μᾶλλον εἰς ἀποδεὲς κατερχόμενος τὸ ἀγγεῖον.μήποτʼ οὖν ἔφην ἐγώ καὶ τοὔλαιον ὁ ἀὴρ ὠφελεῖ καὶ βλάπτει τὸν οἶνον ὑπὸ τῆς αὐτῆς δυνάμεως. οἴνῳ μὲν γὰρ ὠφέλιμον, ἐλαίῳ δʼ ἀσύμφορον παλαίωσις, ἣν ἑκατέρου προσπίπτων ὁ ἀὴρ ἀφαιρεῖ· τὸ γὰρ ψυχόμενον νεαρὸν διαμένει, τὸ δʼ οὐκ ἔχον διαπνοὴν ὑπὸ συνεχείας ταχὺ παλαιοῦται καὶ ἀπογηράσκει · λελέχθαι πιθανῶς, ὅτι τοῖς ἐπιπολῆς πλησιάζων ὁ ἀὴρ νεαροποιεῖ. διὸ τοῦ μὲν οἴνου τὸ ἄνω φαυλότατον τοῦ δʼ ἐλαίου βέλτιστον ἡ γὰρ παλαίωσις τῷ μὲν τὴν ἀρίστην τῷ δὲ τὴν κακίστην ἐμποιεῖ διάθεσιν.