ἔτι δὴ τῶν μαρτύρων τῷ Πλάτωνι προσκαλοῦμαι Φιλιστίωνά τε τὸν Λοκρόν, εὖ μάλα παλαιὸν ἄνδρα καὶ λαμπρὸν ἀπὸ τῆς τέχνης ὑμῶν γενόμενον; καὶ Ἱπποκράτη καὶ Διώξιππον τὸν Ἱπποκράτειον οὗτοι γὰρ οὐχ ἑτέραν ὁδόν, ἀλλʼ ἣν Πλάτων, ὑφηγοῦνται τοῦ πώματος. ἥ γε μὴν πολυτίμητος ἐπιγλωττὶς οὐκ ἔλαθε τὸν Διώξιππον, ἀλλὰ περὶ ταύτην φησὶ τὸ ὑγρὸν ἐν τῇ καταπόσει διακρινόμενον εἰς τὴν ἀρτηρίαν ἐπιρρεῖν, τὸ δὲ σιτίον εἰς τὸν στόμαχον ἐπικυλινδεῖσθαι καὶ τῇ μὲν ἀρτηρίᾳ τῶν ἐδωδίμων μηδὲν παρεμπίπτειν, τὸν δὲ στόμαχον ἅμα τῇ ξηρᾷ τροφῇ καὶ τῆς ὑγρᾶς ἀναμιγνύμενόν τι μέρος ὑποδέχεσθαι, πιθανὸν γάρ ἐστι τὴν μὲν ἐπιγλωττίδα τῆς ἀρτηρίας προκεῖσθαι διάφραγμα καὶ ταμιεῖον, ὅπως ἀτρέμα καὶ κατʼ ὀλίγον διηθῆται τὸ ποτόν, ἀλλὰ μὴ ταχὺ μηδʼ ἄθρουν ἐπιρρακτὸν ἀποβιάζηται τὸ πνεῦμα καὶ διαταράττῃ. διὸ τοῖς ὄρνισιν οὐ γέγονεν ἐπιγλωσσὶς οὐδʼ ἔστιν· οὐδὲ γὰρ σπῶντες οὐδὲ λάπτοντες, ἀλλὰ κάπτοντες καὶ κατʼ ὀλίγον διιέντες τὸ ποτὸν ἡσυχῆ τὴν ἀρτηρίαν διαίνουσι καὶ τέγγουσι. μαρτύρων μὲν οὖν ἅλις. ὁ δὲ λόγος τῷ Πλάτωνι πρῶτον ἐκ τῆς αἰσθήσεως ἔχει τὴν πίστιν. τῆς γὰρ ἀρτηρίας τρωθείσης, οὐ καταπίνεται τὸ ὑγρόν, ἀλλʼ ὥσπερ ὀχετοῦ διακοπέντος, ἐκπῖπτον ἔξω καὶ ἀποκρουνίζον ὁρᾶται, καίπερ ὑγιοῦς καὶ ἀκεραίου τοῦ στομάχου μένοντος. ἔπειτα πάντες ἴσμεν, ὅτι τοῖς περιπλευμονικοῖς πάθεσι δίψος ἕπεται περιφλεγέστατον ὑπὸ ξηρότητος ἢ θερμότητος, ἤ τινος ἄλλης αἰτίας ἅμα τῇ φλεγμονῇ τὴν ὄρεξιν ἐμποιούσης· ὃ δὲ τούτου μεῖζόν ἐστι τεκμήριον, ὅσοις πλεύμων οὐκ ἐμπέφυκε τῶν ζῴων ἢ σφόδρα μικρὸς ἐμπέφυκε, ταῦτʼ οὐ δεῖται ποτοῦ τὸ παράπαν οὐδʼ ὀρέγεται, διὰ τὸ τῶν μορίων ἑκάστῳ σύμφυτον ὑπάρχειν τὴν πρὸς τοὔργον ἐπιθυμίαν· οἷς δʼ οὐκ ἔστι μόρια, μηδὲ χρείαν παρεῖναι μηδὲ προθυμίαν τῆς διʼ αὐτῶν ἐνεργείας. ὅλως δὲ δόξει μάτην ἡ κύστις γεγονέναι τοῖς ἔχουσιν·εἰ γὰρ ὁ στόμαχος ἅμα τῷ σιτίῳ τὸ ποτὸν ἀναλαμβάνει καὶ τῇ κοιλίᾳ παραδίδωσιν, οὐθὲν ἰδίου πόρου δεῖται τὸ περίττωμα τῆς ὑγρᾶς τροφῆς, ἀλλʼ εἷς ἀρκεῖ καὶ κοινὸς ὥσπερ εὐδιαῖος ἀμφοτέροις εἰς ταὐτὸ διὰ ταὐτοῦ συνεισκομιζομένοις· νῦν δὲ χωρὶς μὲν ἡ κύστις γέγονε, χωρὶς δὲ τὸ ἔντερον· ὅτι τὸ μὲν ἐκ τοῦ πλεύμονος βαδίζει, τὸ δʼ ἐκ τοῦ στομάχου, διακρινόμενον εὐθὺς · περὶ τὴν κατάποσιν. ὅθεν οὐδʼ ἐπιφαίνεται τῷ ὑγρῷ τοῦ ξηροῦ περιττώματος οὐδέν, οὔτε χρόᾳ προσεοικὸς οὔτʼ ὀσμῇ τὸ παράπαν καίτοι φύσιν εἶχεν ἀναμιγνύμενον ἐν τῇ κοιλίᾳ καὶ ἀναδευόμενον ἀναπίμπλασθαι τῶν ἐκείνου ποιοτήτων καὶ μὴ καθαρὸν οὕτως ἀπηθεῖσθαι καὶ ἄχραντον. ἀλλʼ οὐδὲ λίθος ἐν κοιλίᾳ πώποτε συνέστη· καίτοι λόγον εἶχε μηδὲν ἧττον ἢ ἐν κύστει συνίστασθαι καὶ πήγνυσθαι τὸ ὑγρόν, εἴπερ εἰς κοιλίαν ἐχώρει διὰ στομάχου πᾶν τὸ πινόμενον. ἀλλʼ ἔοικεν ὁ μὲν στόμαχος ἐκ τῆς ἀρτηρίας εὐθὺς ἕλκων τοῦ παροδεύοντος ὑγροῦ τὸ ἱκανὸν καὶ τὸ μέτριον ἀποχρῆσθαι πρὸς μάλαξιν καὶ χύλωσιν τῆς τροφῆς, διὸ μηδὲν ὑγροῦ περίττωμα ποιεῖν· ὁ δὲ πλεύμων ὡσπερεὶ τὸ πνεῦμα καὶ τὸ ὑγρὸν ἐξ αὑτοῦ διανέμων τοῖς δεομένοις τὸ λοιπὸν ἐκκρίνειν εἰς τὴν κύστιν. εἰκότα γὰρ μακρῷ ταῦτα μᾶλλον ἐκείνων. τὸ δʼ ἀληθὲς ἴσως ἄληπτον ἔν γε τούτοις, καὶ οὐκ ἔδει πρὸς φιλόσοφον δόξῃ τε καὶ δυνάμει πρῶτον οὕτως ἀπαυθαδίσασθαι περὶ πράγματος ἀδήλου καὶ τοσαύτην ἀντιλογίαν ἔχοντος.ἐν ταῖς Πλατωνικαῖς συναναγνώσεσιν ὁ λεγόμενος κερασβόλος καὶ ἀτεράμων ζήτησιν ἀεὶ παρεῖχεν, οὐχ ὅστις εἴη· δῆλον γὰρ ἦν, ὅτι τῶν σπερμάτων τὰ προσπίπτοντα τοῖς τῶν βοῶν κέρασιν ἀτεράμονα τὸν καρπὸν ἐκφύειν νομίζοντες, οὕτω τὸν αὐθάδη καὶ σκληρὸν ἄνθρωπον ἐκ μεταφορᾶς κερασβόλον καὶ ἀτεράμονα προσηγόρευον ἀλλὰ περὶ αὐτῆς διηπορεῖτο τῆς αἰτίας, καθʼ ἣν τοῦτο πάσχει τὰ προσπίπτοντα τοῖς κέρασι τῶν βοῶν σπέρματα. καὶ πολλάκις ἀπειπάμεθα τοῖς φίλοις, οὐχ ἥκιστα Θεοφράστου δεδιττόμενοι τὸν λόγον, ἐν οἷς πολλὰ συναγήοχε καὶ ἱστόρηκε τῶν τὴν αἰτίαν ἀνεύρετον ἡμῖν ἐχόντων· οἷός ἐστιν ὁ τῶν ἀλεκτορίδων ὅταν τέκωσι περικαρφισμός, ἥ τε καταπίνουσα φώκη τὴν πιτύαν ἁλισκομένη, καὶ τὸ κατορυσσόμενον ὑπὸ τῶν ἐλάφων κέρας καὶ τὸ ἠρύγγιον, ὃ μιᾶς αἰγὸς εἰς τὸ στόμα λαβούσης, ἅπαν ἐφίσταται τὸ αἰπόλιον· ἐν τούτοις γὰρ καὶ τὰ κερασβόλα τῶν σπερμάτων προτίθεται, πρᾶγμα πίστιν ἔχον ὅτι γίγνεται, τὴν δʼ αἰτίαν ἔχον ἄπορον ἢ παγχάλεπον. ἀλλʼ ἔν γε Δελφοῖς παρὰ δεῖπνον ἐπέθεντό τινες ἡμῖν τῶν ἑταίρων, ὡς οὐ μόνον γαστρὸς ἀπὸ σξηνειδερυς μαμλεπλείης βουλὴν καὶ μῆτιν ἀμείνω γιγνομένην ἀλλὰ καὶ τὰς ζητήσεις πολὺ προθυμοτέρας καὶ θρασυτέρας τὰς ἀποφάνσεις τοῦ οἴνου ποιοῦντος, ἀξιοῦντες εἰπεῖν τι περὶ τοῦ προβλήματος.εἶχον μὲν οὖν ἀρνούμενος οὐ φαύλους συνηγόρους, Εὐθύδημον τὸν συνιερέα καὶ Πατροκλέα τὸν γαμβρόν, οὐκ ὀλίγα τοιαῦτα τῶν ἀπὸ γεωργίας καὶ κυνηγίας προφέροντας· οἷον ἐδόκει τὸ περὶ τὴν χάλαζαν εἶναι τὴν ὑπὸ χαλαζοφυλάκων αἵματι σπάλακος ἢ ῥακίοις γυναικείοις ἀποτρεπομένην καὶ τὸ τῶν ἀγρίων ἐρινεῶν, ἃ ταῖς ἡμέροις περιαπτόμενα συκαῖς ἀπορρεῖν οὐκ ἐᾷ τὸν καρπὸν ἀλλὰ συνέχει καὶ συνεκπεπαίνει· καὶ τὸ τὰς ἐλάφους ἁλμυρὸν ἀφιέναι, τοὺς δὲ σῦς γλυκὺ τὸ δάκρυον ἁλισκομένους. ἀλλʼ ἐὰν ταῦτʼ ἔφη ζητῇς ὁ Εὐθύδημος, αὐτίκα δεήσει σε καὶ περὶ τοῦ σελίνου καὶ περὶ τοῦ κυμίνου διδόναι λόγον, ὧν τὸ μὲν ἐν τῷ βλαστάνειν καταπατοῦντες καὶ συντρίβοντες οἴονται τιον αὐξάνεσθαι, τὸ δʼ ἂν καταρώμενοι σπείρωσι καὶ λοιδοροῦντες.