χαρίεντος ἀνδρός, ὦ Σόσσιε Σενεκίων, καὶ φιλανθρώπου λόγον ἔχουσι Ῥωμαῖοι διὰ στόματος, ὅστις ἦν ὁ εἰπών, ἐπεὶ μόνος ἐδείπνησε, βεβρωκέναι, μὴ δεδειπνηκέναι σήμερον· ὡς τοῦ δείπνου κοινωνίαν καὶ φιλοφροσύνην ἐφηδύνουσαν ἀεὶ ποθοῦντος. Εὔηνος μὲν γὰρ ἔλεγε τὸ πῦρ ἥδιστον εἶναι ἡδυσμάτων, καὶ τὸν ἅλα θεῖον Ὅμηρος οἱ δὲ πολλοὶ χάριτας καλοῦσιν, ὅτι ἐπὶ τὰ πλεῖστα μιγνύμενος εὐάρμοστα τῇ γεύσει καὶ προσφιλῆ ποιεῖ καὶ κεχαρισμένα· δείπνου δὲ καὶ τραπέζης θειότατον ὡς ἀληθῶς ἥδυσμα φίλος ἐστὶ παρὼν καὶ συνήθης καὶ γνώριμος οὐ τῷ συνεσθίειν καὶ συμπίνειν, ἀλλʼ ὅτι λόγου μεταλαμβάνει καὶ μεταδίδωσιν, ἄν γε δὴ χρήσιμον ἐνῇ τι καὶ πιθανὸν καὶ οἰκεῖον τοῖς λεγομένοις· ἐπεὶ τούς γε πολλοὺς αἱ παρʼ οἶνον ἀδολεσχίαι ληροῦντας ἐμβάλλουσι πρὸς τὰ πάθη καὶ προσδιαστρέφουσιν. ὅθεν ἄξιόν ἐστι μηδὲν ἧττον λόγους ἢ φίλους δεδοκιμασμένους παραλαμβάνειν ἐπὶ τὰ δεῖπνα, τοὐναντίον ἢ Λακεδαιμόνιοι φρονοῦντας καὶ λέγοντας· ἐκεῖνοι μὲν γάρ, ὅταν νέον ἢ ξένον εἰς τὸ φιδίτιον παραλάβωσι, τὰς θυρίδας δείξαντες ταύτῃ φασὶν οὐκ ἐξέρχεται λόγος· ἡμεῖς, δʼ ἑαυτοὺς χρῆσθαι λόγοις συνεθίζομεν, ὧν πᾶσὶν ἐστι καὶ πρὸς πάντας ἐξαγωγή, διὰ τὰς ὑποθέσεις μηδὲν ἀκόλαστον μηδὲ βλάσφημον μηδὲ κακόηθες ἐχούσας μηδʼ ἀνελεύθερον. ἔξεστι δὲ κρίνειν τοῖς παραδείγμασιν, ὧν τὴν ἑβδόμην δεκάδα τουτὶ περιέχει τὸ βιβλίον.εἰσῆλθέ τινι τῶν συμποτῶν ὥρᾳ θέρους τουτὶ τὸ πρόχειρον ἅπασιν ἀναφθέγξασθαι τέγγε πλεύμονας οἴνῳ· τὸ γὰρ ἄστρον περιτέλλεται· καὶ Νικίας ὁ Νικοπολίτης ἰατρὸς οὐδὲν ἔφη θαυμαστόν, εἰ ποιητικὸς ἀνὴρ Ἀλκαῖος ἠγνόησεν ὃ καὶ Πλάτων ὁ φιλόσοφος. καίτοι τὸν μὲν Ἀλκαῖον ἁμωσγέπως εὐπορήσειν βοηθείας, ἀπολαύειν ἰκμάδος τὸν πλεύμονα, γειτνιῶντα τῷ στομάχῳ, καὶ διὰ τοῦτο τέγγεσθαι πιθανόν ἐστιν· ὁ δὲ φιλόσοφος οὑτωσὶ σαφῶς ἔφη γράψας διεξιέναι τὰ ποτὰ διὰ τοῦ πλεύμονος οὐδὲ τοῖς προθυμοτάτοις ἀμύνειν ἐπιχείρησιν ὑπὲρ αὑτοῦ πιθανὴν ἀπολέλοιπε. τὸ γὰρ ἀγνόημα μέγα. πρῶτον μέν, ὅτι τῆς ὑγρᾶς τροφῆς πρὸς τὴν ξηρὰν ἀναγκαίαν ἐχούσης τὴν ἀνάμιξιν, εἰκός ἐστι ταὐτὸν ἀμφοτέραις ἀγγεῖον ὑποκεῖσθαι τὸν στόμαχον εἰς τὴν κάτω κοιλίαν ἐκδιδόντα μαλακὸν καὶ διάβροχον τὸ σιτίον· ἔπειτα, τοῦ πλεύμονος λείου καὶ πυκνοῦ παντάπασι γεγονότος, πῶς τὸ σὺν κυκεῶνι πινόμενον ἄλφιτον διέξεισι καὶ οὐκ ἐνίσχεται; τουτὶ γὰρ Ἐρασίστρατος ὀρθῶς πρὸς αὐτὸν ἠπόρησε. καὶ μὴν ἐπί γε τῶν πλείστων τοῦ σώματος μορίων τὸ οὗ ἕνεκα τῷ λόγῳ μετιὼν, καὶ πρὸς ἣν ἕκαστον ἡ φύσις χρείαν πεποίηκε βουλόμενος, ὥσπερ καὶ προσήκει τῷ φιλοσόφῳ, φρονεῖν, οὐκ εὖ παρίησι τὸ τῆς ἐπιγλωττίδος ἔργον, ἐπὶ τούτῳ τεταγμένον, ὅπως ἐν τῇ καταπόσει τῆς τροφῆς τὴν ἀρτηρίαν πιέζουσα κωλύῃ παρεμπεσεῖν ὁτιοῦν εἰς τὸν πλεύμονα· δεινὰς γὰρ ὑπὸ βηχὸς· ἴσχει τραχύτητας καὶ χαράξεις, ὅταν παρολίσθῃ, φερομένου τοῦ πνεύματος· ἡ δὲ μέταυλος αὕτη κλίσιν ἐπʼ ἀμφότερα λαμβάνουσα, φθεγγομένων μέν, ἐπιπίπτει τῷ στομάχῳ· σιτουμένων δὲ καὶ πινόντων, τῇ ἀρτηρίᾳ, καθαρὸν τῷ πνεύματι τὸν δρόμον φυλάττουσα καὶ τὴν ἀναπνοήν. ἔτι τοίνυν ἔφη καὶ τοὺς ἀτρέμα πίνοντας ἴσμεν τὰς κοιλίας ὑγροτέρας ἴσχοντας τῶν ἄθρουν ἐφελκομένων τὸ ὑγρόν· ὠθεῖ γὰρ εὐθὺς εἰς κύστιν ὑπὸ ῥύμης διεξιόν· ἐκείνως δὲ μᾶλλον ἐνδιατρίβει τοῖς σιτίοις καὶ μαλάσσει, ὥστʼ ἀναμίγνυσθαι καὶ παραμένειν.οὐκ ἂν δὲ ταῦτα συνέβαινε διακρινομένων εὐθὺς ἐν τῇ καταπόσει τῶν ὑγρῶν ἀλλʼ οὐ συμπλεκομένων ἡμῶν ἅμα καὶ συμπαραπεμπόντων τὸ σιτίον, οἷον ὀχήματι τῷ ὑγρῷ χρώμενον, ὡς ἔλεγεν Ἐρασίστρατοσ.τοιαῦτα τοῦ Νικίου διεξιόντος, ὁ γραμματικὸς πρωτογένης ἔφη συνεωρακέναι πρῶτον Ὅμηρον, ὅτι τῆς μὲν τροφῆς ὁ στόμαχος ἀγγεῖόν ἐστι, τοῦ δὲ πνεύματος ὁ βρόγχος, ὃν ἀσφάραγον ἐκάλουν οἱ παλαιοί· διὸ καὶ τοὺς μεγαλοφώνους ἐρισφαράγους ἐπονομάζειν εἰώθασιν· εἰπὼν οὖν ὅτι τοῦ Ἕκτορος ὁ Ἀχιλλεὺς ἤλασε λευκανίην, ἵνα τε ψυχῆς ὤκιστος ὄλεθρος· οὐδʼ ἄρʼ ἀπʼ ἀσφάραγον μελίη τάμε χαλκοβάρεια, ὄφρα τί μιν προτιείποι ἀμειβόμενος ἐπέεσσιν. ὡς τὸν ἀσφάραγον ὄντα φωνῆς ἴδιον ὀχετὸν καὶ πνεύματος, τὴν δὲ λευκανίην· ἐσέθηκα.γενομένης οὖν ἐπὶ τῷ λόγῳ σιωπῆς, ὁ Φλῶρος εἶπεν οὕτωςὑφησόμεθα τοῦ Πλάτωνος ἐρήμην ὀφλισκάνοντος;οὐχ ἡμεῖς γʼ ἔφην ἐγώ· προησόμεθα γὰρ ἅμα τῷ Πλάτωνι καὶ τὸν Ὅμηρον, ὃς τοσοῦτον ἀποδεῖ τοῦ τὸ ὑγρὸν ἀπελαύνειν καὶ ἀποστρέφειν τῆς ἀρτηρίας, ὥστε καὶ τὸ σιτίον ὁμοῦ συνεκβαλεῖν ἐνταῦθα. φάρυγος ʽ γάρ φησινʼ ἐξέσσυτο οἶνος, ψωμοὶ τʼ ἀνδρόμεοι· χωρὶς εἰ μὴ τὸν Κύκλωπα φήσει τις ὥσπερ ὀφθαλμὸν σχεῖν ἕνα καὶ πόρον τροφῆς καὶ φωνῆς τὸν αὐτόν· ἢ τὸν φάρυγγα φήσει στόμαχον εἰρῆσθαι καὶ μὴ βρόγχον, ὥσπερ ὑπὸ πάντων καὶ πάλαι καὶ νῦν ὠνόμασται. ταῦτα δʼ οὐκ ἀπορίᾳ μαρτύρων, ἀλλʼ ὑπὸ τῆς ἀληθείας ἐπηγαγόμην ἐπεὶ μάρτυρὲς γε τῷ Πλάτωνι πολλοί τε κἀγαθοὶ πάρεισιν. Εὔπολιν μὲν γάρ, εἰ βούλει, πάρες ἐν Κόλαξιν εἰπόντα πίνειν γὰρ ὁ Πρωταγόρας ἐκέλευσʼ, ἵνα πρὸ τοῦ κυνὸς τὸν πλεύμονʼ ἔκκλυστον φορῇ· πάρες δὲ καὶ τὸν κομψὸν Ἐρατοσθένην λέγοντα καὶ βαθὺν ἀκρήτῳ πνεύμονα τεγγόμενος· Εὐριπίδης δὲ σαφῶς δήπου λέγων οἶνος περάσας πλευμόνων διαρροάς δῆλός ἐστιν Ἐρασιστράτου βλέπων τι ὀξύτερον· εἶδε γὰρ ὅτι σήραγγας ὁ πλεύμων ἔχει καὶ πόροις κατατέτρηται , διʼ ὧν τὸ ὑγρὸν διίησιν. οὐ γὰρ τὸ πνεῦμα πόρων ἐδεῖτο πρὸς τὴν ἐξαγωγήν, ἀλλʼ ἕνεκα τῶν ὑγρῶν καὶ τῶν τοῖς ὑγροῖς συμπαρολισθαινόντων γέγονεν ἠθμοειδὴς καὶ πολύπορος. καὶ οὐδὲν ἧττον, ὦ μακάριε, τῷ πλεύμονι προσῆκόν ἐστιν ἢ τῷ στομάχῳ συνεκδιδόναι τὸ ἄλφιτον καὶ τὸ κρίμνον οὐδὲ γὰρ ὁ στόμαχος ἡμῶν λεῖος, ὥς τινες, οὐδʼ ὀλισθηρός, ἀλλʼ ἔχει τραχύτητας, αἷς εἰκός ἐστι τὰ λεπτὰ καὶ μικρὰ περιπίπτοντα καὶ προσισχόμενα διαφεύγειν τὴν κατάποσιν. ἀλλʼ οὔτε τοῦτο λέγειν οὔτʼ ἐκεῖνο καλῶς ἔχον ἐστίν· ἡ γὰρ φύσις οὐκ ἐφικτὸν ἔχει τῷ λόγῳ τὸ περὶ τὰς ἐνεργείας εὐμήχανον· οὐδʼ ἔστι τῶν ὀργάνων αὐτῆς τὴν ἀκρίβειαν οἷς χρῆται λέγω δὲ τὸ πνεῦμα καὶ τὸ θερμόν ἀξίως διελθεῖν.