ὥσπερ καὶ τὸ ἄχυρον διὰ κουφότητα μαλακῶς περιπῖπτον οὐ θρύπτει τὸν πάγον, ἄλλως δὲ πυκνόν ἐστι καὶ στεγανόν, ὥστε καὶ τὴν θερμότητα τοῦ ἀέρος ἀπείργειν καὶ τὴν ψυχρότητα κωλύειν ἀπιέναι τῆς χιόνος. ὅτι δʼ ἡ τοῦ πνεύματος διάκρισις ἐμποιεῖ τὴν τῆξιν, ἐμφανές ἐστι τῇ αἰσθήσει τηκομένη γὰρ ἡ χιὼν πνεῦμα ποιεῖ.Νίγρος ὁ πολίτης ἡμῶν ἀπὸ σχολῆς ἀφῖκτο συγγεγονὼς ἐνδόξῳ φιλοσόφῳ χρόνον οὐ πολύν, ἀλλʼ ἐν ὅσῳ τὰ τάνδρὸς οὐ καταλαμβάνοντες ἀνεπίμπλαντο τῶν ἐπαχθῶν ἀπʼ αὐτοῦ μιμούμενοι τὸ ἐπιτιμητικὸν καὶ ἐλέγχοντες ἐπὶ παντὶ πράγματι τοὺς συνόντας. ἑστιῶντος οὖν ἡμῖἱς Ἀριστίωνος, τὴν τʼ ἄλλην χορηγίαν ὡς πολυτελῆ καὶ περίεργον ἐμέμφετο καὶ τὸν οἶνον οὐκ ἔφη δεῖν ἐγχεῖσθαι διηθημένον, ἀλλʼ, ὥσπερ Ἡσίοδος ἐκέλευσεν, ἀπὸ τοῦ πίθου πίνεσθαι τὴν σύμφυτον ἔχοντα ῥώμην καὶ δύναμιν. ἡ δὲ τοιαύτη κάθαρσις αὐτοῦ πρῶτον μὲν ἐκτέμνει τὰ νεῦρα καὶ τὴν θερμότητα κατασβέννυσιν· ἐξανθεῖ γὰρ καὶ ἀποπνεῖ διερωμένου πολλάκις· ἔπειτα περιεργίαν καὶ καλλωπισμὸν ἐμφαίνει καὶ τρυφὴν εἰς τὸ ἡδὺ καταναλίσκουσα τὸ χρήσιμον. ὥσπερ γὰρ τὸ τοὺς ἀλεκτρυόνας ἐκτεμεῖν καὶ τοὺς χοίρους, ἁπαλὴν αὐτῶν παρὰ φύσιν τὴν σάρκα ποιοῦντας καὶ θήλειαν, οὐχ ὑγιαινόντων ἐστὶν ἀνθρώπων ἀλλὰ διεφθαρμένων ὑπὸ λιχνείας· οὕτως, εἰ δεῖ μεταφορᾷ χρησάμενον λέγειν, ἐξευνουχίζουσι τὸν ἄκρατον καὶ ἀποθηλύνουσιν οἱ διηθοῦντες, οὔτε φορεῖν ὑπʼ ἀσθενείας οὔτε πίνειν τὸν μέτριον δυνάμενοι διὰ τὴν ἀκρασίαν· ἀλλὰ σόφισμα τοῦτʼ ἐστὶν αὐτοῖς καὶ μηχάνημα πολυποσίας ἐξαιροῦσι δὲ τοῦ οἴνου τὸ ἐμβριθές, τὸ λεῖον ἀπολιπόντες, ὥσπερ οἱ τοῖς ἀκρατῶς ἔχουσι πρὸς ψυχροποσίαν ἀρρώστοις ἀφεψημένον διδόντες· ὅ τι γὰρ στόμωμα τοῦ οἴνου καὶ κράτος ἐστί, τοῦτʼ ἐν τῷ διυλίζειν ἐξαιροῦσι καὶ ἀποκρίνουσι. μέγα δὲ τεκμήριον ἡ διαφθορὰ καὶ τὸ μὴ διαμένειν, ἀλλʼ ἐξίστασθαι καὶ μαραίνεσθαι, καθάπερ ἀπὸ ῥίζης κοπέντα τῆς τρυγός· οἱ δὲ παλαιοὶ καὶ τρύγα τὸν οἶνον ἄντικρυς ἐκάλουν, ὥσπερ ψυχὴν καὶ κεφαλὴν τὸν ἄνθρωπον εἰώθαμεν ἀπὸ τῶν κυριωτάτων ὑποκορίζεσθαι, καὶ τρυγᾶν λέγομεν τοὺς δρεπομένους τὴν ἀμπελίνην ὀπώραν, καὶ διατρύγιόν που Ὅμηρος εἴρηκεν, αὐτὸν δὲ τὸν οἶνον αἴθοπα καί ἐρυθρὸν εἴωθε · καλεῖν·οὐχ ὡς Ἀριστίων ἡμῖν ὠχριῶντα καὶ χλωρὸν ὑπὸ τῆς πολλῆς καθάρσεως παρέχεται.καὶ ὁ Ἀριστίων γελάσας οὐκ ὠχριῶντʼ εἶπεν ὦ τᾶν, οὐδʼ ἀναίμον,, ἀλλὰ μειλίχιον καὶ ἡμερίδην, ἀπὸ τῆς ὄψεως αὐτῆς πρῶτον. σὺ δʼ ἀξιοῖς τοῦ νυκτερινοῦ καὶ μελαναιγίδος ἐμφορεῖσθαι, καὶ ψέγεις τὴν κάθαρσιν ὥσπερ χολημεσίαν διʼ ἧς τὸ βαρὺ καὶ μεθυστικὸν ἀφιεὶς καὶ νοσῶδες ἐλαφρὸς καὶ ἄνευ ὀργῆς; ἀναμίγνυται ἡμῖν, οἷον Ὅμηρός φησι πίνειν τοὺς ἥρωας αἴθοπα γὰρ οὐ καλεῖ τὸν ζοφερόν, ἀλλὰ τὸν διαυγῆ καὶ λαμπρόν· οὐ γὰρ ἂν ὁ λέγωνεὐήνορα καὶ νώροπα χαλκὸν αἴθοπα προσηγόρευεν. ὥσπερ οὖν ὁ σοφὸς Ἀνάχαρσις ἄλλʼ ἄττα τῶν Ἑλλήνων μεμφόμενος ἐπῄνει τῶν ἀνθρακέων ὅτι τὸν καπνὸν ἔξω καταλιπόντες οἴκαδε πῦρ κομίζουσιν· οὕτως ἡμᾶς ἐφʼ ἑτέροις ἂν ψέγοιτε μᾶλλον οἱ σοφοὶ ὑμεῖς. εἰ δὲ τοῦ οἴνου τὸ ταρακτικὸν καὶ ὀχλῶδες ἐξωθούμενοι καὶ ἀποσκεδάσαντες, αὐτὸν δʼ εὐφραίνοντες οὐ καλλωπίσαντες οὐδʼ ὥσπερ σιδήρου στόμωμα καὶ ἀκμὴν ἀποκόψαντες, ἀλλὰ μᾶλλον ὥσπερ ἰὸν ἢ ῥύπον ἀποκαθήραντες προσφερόμεθα, τί πλημμελοῦμεν; ὅτι νὴ Δία πλέον ἰσχύει μὴ διηθούμενος. καὶ γὰρ ἄνθρωπος, ὦ φίλε, φρενετίζων καὶ μαινόμενος· ἀλλʼ ὅταν ἐλλεβόρῳ χρησάμενος ἢ διαίτῃ καταστῇ, τὸ μὲν σφοδρὸν ἐκεῖνο καὶ σύντονον οἴχεται καὶ γέγονεν ἐξίτηλον, ἡ δʼ ἀληθινὴ δύναμις καὶ σωφροσύνη παραγίγνεται τῷ σώματι· οὕτω δὴ καὶ ἡ κάθαρσις τοῦ οἴνου τὸ πληκτικὸν ἀφαιροῦσα καὶ μανικόν, εἰς πραεῖαν ἕξιν καὶ ὑγιαίνουσαν καθίστησι. περιεργίαν δʼ οἶμαι πάμπολυ διαφέρειν καθαριότητος· καὶ γὰρ αἱ γυναῖκες φυκούμεναι καὶ μυριζόμεναι καὶ χρυσὸν φοροῦσαι καὶ πορφύραν περίεργοι δοκοῦσι· λουτρὸν δὲ καὶ ἄλειμμα καὶ κόμης θρύψιν οὐδεὶς αἰτιᾶται. χαριέντως δὲ τὴν διαφορὰν ὁ ποιητὴς ἐπιδείκνυσιν ἐπὶ τῆς κοσμουμένης Ἥρας ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἀθανάτοιολύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ μέχρι τούτων ἐπιμέλεια καὶ καθαριότης ἐστιν·ὅταν δὲ τὰς χρυσᾶς περόνας ἀναλαμβάνῃ καὶ τὰ διηκριβωμένα τέχνῃ ἐλλόβια καὶ τελευτῶσα τῆς περὶ τὸν κεστὸν ἅπτηται γοητείας, περιεργία τὸ χρῆμα καὶ λαμυρία μὴ πρέπουσα γαμετῇ γέγονεν. οὐκοῦν καὶ τὸν οἶνον οἱ μὲν ἀλόαις χρωτίζοντες ἢ κινναμώμοις καὶ κρόκοις ἐφηδύνοντες ὥσπερ γυναῖκα καλλωπίζουσιν εἰς τὰ συμπόσια καὶ προαγωγεύουσιν οἱ δʼ ἀφαιροῦντες τὸ ῥυπαρὸν καὶ ἄχρηστον ἐξ αὐτοῦ θεραπεύουσι καὶ καθαίρουσιν. ἐπεὶ πάντʼ ἂν εἴποις ταῦτα περιεργίαν, ἀρξάμενος ἀπὸ τοῦ οἴκου· τί γὰρ οὕτω κεκονίαται; τί δʼ ἀνέῳγε τοῦ περιέχοντος ὅθεν ἂν μάλιστα πνεῦμα λαμβάνοι καθαρὸν καὶ τοῦ φωτὸς ἀπολαύοι περιιόντος ἐπὶ τὰς δύσεις; τί δὲ τῶν ἐκπωμάτων ἕκαστον ἐκτέτριπται καὶ διέσμηκται πανταχόθεν ὥστε λάμπειν καὶ περιστίλβειν; ἢ τὸ μὲν ἔκπωμʼ ἔδει μὴ ῥύπου μηδὲ μοχθηρίας ὀδωδὸς εἶναι, τὸ δʼ ἐξ αὐτοῦ πινόμενον εὐρῶτος ἢ κηλίδων ἀναπεπλῆσθαι; καὶ τί δεῖ τἄλλα λέγειν; ἡ γὰρ αὐτοῦ τοῦ πυροῦ διαπόνησις εἰς τὸν ἄρτον οὐδὲν ἕτερον ἢ κάθαρσις οὖσα, θέασαι μεθʼ ὅσης γίγνεται πραγματείας· οὐ γὰρ μόνον ὑποσκαφισμοὶ καὶ διαττήσεις καὶ ἀποκρίσεις καὶ διακρίσεις εἰσὶ τῶν σιτίων καὶ τῶν ἀλλοτρίων, ἀλλʼ ἡ τρῖψις ἐκθλίβουσα τοῦ φυράματος τὸ τραχὺ καὶ ἡ πέψις ἐξικμάζουσα τὸ ὑγρὸν καθαίρουσι καὶ συστέλλουσι τὴν ὕλην εἰς αὐτὸ τὸ ἐδώδιμον. τί οὖν ἄτοπον, εἰ καὶ τοῦ οἴνου τὸ τρυγῶδες ὡς κρίμνον ἢ σκύβαλον ἡ διήθησις ἐξαιρεῖ, μήτε δαπάνης τινὸς τῇ καθάρσει μήτʼ ἀσχολίας πολλῆς προσούσης;