ἡ γὰρ ὑγρότης τὰ ὑπόντα σιτία περισκελῆ καὶ γλίσχρα βρέξασα καὶ διαχέασα, χυμῶν ἐγγενομένων καὶ ἀτμῶν, ἀναφέρει τούτους εἰς τὸ σῶμα καὶ προστίθησι τοῖς δεομένοις. ὅθεν οὐ κακῶς ὄχημα τῆς τροφῆς τὸ ὑγρὸν ὁ Ἐρασίστρατος προσεῖπε· τὰ γὰρ ὑπὸ ξηρότητος ἢ πάθους ἀργὰ καὶ βαρέα μιγνύμενον ἀναπέμπει καὶ συνεξαίρει. πολλοὶ δὲ καὶ μὴ πιόντες ἀλλὰ λουσάμενοι μόνον ἐπαύσαντο συντόνως σφόδρα πεινῶντες· ἐνδυομένη ἔξωθεν ἡ εὐχυμότερα ποιεῖ καὶ τροφιμώτερα τῷ ἐγχαλᾶσθαι τὰ ἐντός, ὥστε τῆς πείνης τὸ σφόδρα πικρὸν καὶ θηριῶδες ἐνδιδόναι καὶ παρηγορεῖσθαι. διὸ καὶ πολὺν ζῶσιν ἔνιοι τῶν ἀποκαρτερούντων χρόνον, ἂν ὕδωρ μόνον λαμβάνωσιν, ἄχρι ἂν οὗ πᾶν ἐξικμασθῇ τὸ τρέφειν καὶ προστίθεσθαι τῷ σώματι δυνάμενον.Ψυχροπότῃ ξένῳ τρυφῶντι παρεσκεύασαν οἱ θεράποντες τοῦ ἐκ φρέατος ὕδωρ ψυχρότερον ἀρυσάμενοι γὰρ ἀγγείῳ καὶ κρεμάσαντες τὸ ἀγγεῖον ἐν τῷ φρέατι τῆς πηγῆς μὴ ἁπτόμενον εἴασαν ἐπινυκτερεῦσαι, καὶ πρὸς τὸ δεῖπνον ἐκομίζετο τοῦ προσφάτου ψυχρότερον. ἦν δʼ ὁ ξένος φιλόλογος ἐπιεικῶς, καὶ τοῦτʼ ἔφη λαβεῖν ἐκ τῶν Ἀριστοτέλους; μετὰ λόγου κείμενον· εἶναι δὲ τοιόνδε τὸν λόγου. πᾶν ὕδωρ προθερμανθὲν ψύχεται μᾶλλον, ὥσπερ τὸ τοῖς βασιλεῦσι παρασκευαζόμενον ὅταν γὰρ ἑψηθῇ μέχρι ζέσεως, περισωρεύουσι τῷ ἀγγείῳ χιόνα πολλὴν καὶ γίγνεται ψυχρότερον ὥσπερ ἀμέλει καὶ τὰ ἡμέτερα σώματα λουσαμένων περιψύχεται μᾶλλον· ἡ γὰρ ὑπὸ τῆς θερμότητος ἄνεσις πολύπορον τὸ σῶμα καὶ μανὸν ἀπειργασμένη πολὺν δέχεται τὸν ἔξωθεν ἀέρα καὶ βιαιοτέραν ποιεῖ τὴν μεταβολὴν ὅταν οὖν ὑποπλασθῇ ὑπὸ τῆς πηγῆς τὸ ὕδωρ, ἐν τῷ ἀέρι, προθερμανθέν, περιψύχεται ταχέως.τὸν μὲν οὖν ξένον ἐπῃνέσαμεν ὡς ἀνδρικῶς καταμνημονεύσαντα· περὶ δὲ τοῦ λόγου διηποροῦμεν. ὁ γὰρ ἀήρ, ἐν ᾧ κρέμαται τὸ ἀγγεῖον, εἰ μὲν ψυχρός ἐστι, πῶς θερμαίνει τὸ ὕδωρ; εἰ δὲ θερμός, πῶς περιψύχει πάλιν; ἄλογον γὰρ ὑπὸ ταὐτοῦ ταὐτὸ πάσχειν τἀναντία, μηδεμιᾶς διαφορᾶς γενομένης. σιωπῶντος δʼ αὐτοῦ καὶ διαποροῦντος, οὐδὲν ἔφην δεῖν περὶ τοῦ ἀέρος διαπορεῖν ἡ γὰρ αἴσθησις λέγει ὅτι ψυχρός ἐστι, καὶ μάλιστά τῶν ἐν βάθει φρεάτων ὥστʼ ἀμήχανον ὑπʼ ἀέρος ψυχροῦ θερμαίνεσθαι τὸ ὕδωρ· ἀλλὰ μᾶλλον ὁ ψυχρὸς οὗτος ἀὴρ τὴν μὲν πηγὴν διὰ πλῆθος οὐ δύναται μεταβάλλειν ἂν δέ τις ἀφαιρῇ κατʼ ὀλίγον, μᾶλλον κρατῶν περιψύξει.ἀλλὰ μὴν περὶ τῶν χαλίκων ἔφην ἢ τῶν ἀκμόνων, οὓς ἐμβάλλοντες εἰς τὸ ὕδωρ ψύχειν αὐτὸ καὶ στομοῦν δοκοῦσιν, εἰρημένον Ἀριστοτέλει μνημονεύεις.αὐτὸ τοῦτʼ ἔφη μόνον ἐν προβλήμασιν εἴρηκε τὸ γιγνόμενον· εἰς δὲ τὴν αἰτίαν ἐπιχειρήσομεν ἡμεῖς· ἔστι γὰρ μάλιστα δυσθεώρητος.πάνυ μὲν οὖν ἔφηνκαὶ θαυμάσαιμʼ ἄν, εἰ μὴ διαφύγοι ὁ λόγος ἡμᾶς· ὅρα δʼ ὅμως. πρῶτον οὐ δοκεῖ σοι περιψύχεσθαι μὲν ὑπὸ τοῦ ἀέρος τὸ ὕδωρ ἔξωθεν ἐμπίπτοντος, ὁ δʼ ἀὴρ μᾶλλον ἰσχύειν πρὸς τοὺς λίθους καὶ τοὺς ἄκμονας ἀπερειδόμενος; οὐ γὰρ ἐῶσιν αὐτόν, ὥσπερ τὰ χαλκᾶ καὶ τὰ κεραμεᾶ τῶν ἀγγείων, διεκπίπτειν, ἀλλὰ τῇ πυκνότητι στέγοντες ἀνακλῶσιν εἰς τὸ ὕδωρ ἀπʼ αὐτῶν, ὥστε διʼ ὅλου καὶ ἰσχυρὰν γίγνεσθαι τὴν περίψυξιν. διὸ καὶ χειμῶνος οἱ ποταμοὶ ψυχρότεροι γίγνονται τῆς θαλάττης· ἰσχύει γὰρ ἐν αὐτοῖς ὁ ψυχρὸς ἀὴρ ἀνακλώμενος, ἐν δὲ τῇ θαλάττῃ διὰ βάθος ἐκλύεται πρὸς μηδὲν ἀντερείδων. κατʼ ἄλλον δὲ τρόπον εἰκός ἐστι τὰ λεπτότερα τῶν ὑδάτων περιψύχεσθαι μᾶλλον ὑπὸ τοῦ ψυχροῦ· κρατεῖται γὰρ διʼ ἀσθένειαν. αἱ ἐάήἶκνι δʼ ἀκόναι καὶ οἱ χάλικες λεπτύνουσι τὸ ὕδωρ, ὅ τι θολερὸν καὶ γεῶδες ἀναμέμικται, τοῦτο συνάγοντες καὶ κατασπῶντες ἀπʼ αὐτοῦ, ὥστε λεπτότερον καὶ ἀσθενέστερον τὸ ὕδωρ γενόμενον μᾶλλον ὑπὸ περιψύξεως κρατεῖσθαι. καὶ μὴν ὅ τε μόλιβδος τῶν φύσει ψυχρῶν ἐστιν, ὅς γε τριβόμενος ὄξει τὸ ψυκτικώτατον τῶν θανασίμων φαρμάκων ἐξανίησι ψιμύθιον οἵ τε χάλικες τῆ πυκνότητι τὸ ψυχρὸν διὰ βάθους ποιοῦσι· πᾶς μὲν γὰρ λίθος κατεψυγμένης καὶ πεπιλημένης ὑπὸ κρύους γῆς πάγος ἐστί, μᾶλλον δʼ ὁ μᾶλλον πεπυκνωμένος· ὥστʼ οὐκ ἄτοπον, εἰ τὴν ψυχρότητα τοῦ ὕδατος ἀντερείδων συνεπιτείνει καὶ ὁ λίθος καὶ ὁ μόλιβδος.μικρὸν οὖν ὁ ξένος διαλιπών οἱ ἐρῶντες ἔφη μάλιστα μὲν αὐτοῖς τοῖς παιδικοῖς, εἰ δὲ μή, περὶ αὐτῶν ἐπιθυμοῦσι διαλέγεσθαι· τοῦτο πέπονθα περὶ τῆς χιόνος. ἐπεὶ γὰρ οὐ πάρεστιν οὐδʼ ἔχομεν, ἐπιθυμοίην ἂν μαθεῖν τίς αἰτία, διʼ ἣν ὑπὸ τῶν θερμοτάτων φυλάσσεται. καὶ γὰρ ἀχύροις σπαργανοῦντες αὐτὴν καὶ περιστέλλοντες ἱματίοις ἀγνάπτοις ἐπὶ πολὺν χρόνον ἄπταιστον διατηροῦσι. θαυμαστὸν οὖν, εἰ συνεκτικὰ τὰ θερμότατα τῶν ψυχροτάτων ἐστί.κομιδῇ γʼ ἔφην εἴπερ ἀληθές ἐστιν· οὐκ ἔχει δʼ οὕτως, ἀλλʼ αὑτοὺς παραλογιζόμεθα, θερμὸν εὐθὺς εἶναι τὸ θερμαῖνον ὑπολαμβάνοντες· καὶ ταῦθʼ ὁρῶντες ὅτι ταὐτὸν ἱμάτιον ἐν χειμῶνι θερμαίνειν ἐν δʼ ἡλίῳ ψύχειν γέγονεν· ὥσπερ ἡ τραγικὴ τροφὸς ἐκείνη τὰ τῆς Νιόβης τέκνα τιθηνεῖται λεπτοσπαθήτων χλανιδίων ἐρειπίοις θάλπουσα καὶ ψύχουσα. Γερμανοὶ μὲν οὖν κρύους πρόβλημα ποιοῦνται τὴν ἐσθῆτα μόνον, Αἰθίοπες δὲ θάλπους μόνον, ἡμεῖς δʼ ἀμφοῖν. ὥστε τί μᾶλλον, εἰ θάλπει, θερμὴν ἤπερ ψυχρὰν ἀπὸ τοῦ περιψύχειν λεκτέον; εἰ δὲ δεῖ τῇ αἰσθήσει τεκμαίρεσθαι, μᾶλλον ἂν ψυχρὰ γένοιτο· καὶ γὰρ ὁ χιτὼν ψυχρὸς ἡμῖν προσπίπτει τὸ πρῶτον ἐνδυσαμένοις καὶ τὰ στρώματα κατακλινεῖσιν εἶτα μέντοι συναλεαίνει τῆς ἀφʼ ἡμῶν πιμπλάμενα θερμασίας, καὶ ἅμα μὲν περιστέλλοντα καὶ κατέχοντα τὸ θερμόν, ἅμα δʼ ἀπείργοντα τὸ κρύος καὶ τὸν ἔξωθεν ἀέρα τοῦ σώματος. οἱ μὲν οὖν πυρέττοντες καυματιζόμενοι συνεχῶς ἀλλάττουσι τὰ ἱμάτια τῷ ψυχρὸν εἶναι τὸ ἐπιβαλλόμενον ἂν δʼ ἐπιβληθῇ, παραχρῆμα γίγνεται θερμὸν ὑπὸ τοῦ σώματος. ὥσπερ οὖν ἡμᾶς θερμαινόμενον θερμαίνει θοἰμάτιον, οὕτω τὴν χιόνα ψυχόμενον ἀντιπεριψύχει· ψύχεται δʼ ὑπʼ αὐτῆς ἀφιείσης πνεῦμα λεπτόν· τοῦτο γὰρ συνέχει τὴν πῆξιν αὐτῆς ἐγκατακεκλεισμένον· ἀπελθόντος δὲ τοῦ πνεύματος, ὕδωρ οὖσα ῥεῖ καὶ διατήκεται, καὶ ἀπανθεῖ τὸ λευκὸν ὅπερ ἡ τοῦ πνεύματος πρὸς τὸ ὑγρὸν ἀνάμιξις ἀφρώδης; γενομένη παρεῖχεν ἅμα τʼ οὖν τὸ ψυχρὸν ἐγκατέχεται περιστεγόμενον τῷ ἱματίῳ, καὶ ὁ ἔξωθεν ἀὴρ ἀπειργόμενος οὐ τέμνει τὸν πάγον οὐδʼ ἀνίησιν. ἀγνάπτοις δὲ τούτοις πρὸς τοῦτο διὰ τὴν τραχύτητα καὶ ξηρότητα τῆς κροκύδος οὐκ ἐώσης ἐπιπεσεῖν βαρὺ θοἰμάτιον οὐδὲ συνθλῖψαι τὴν χαυνότητα τῆς χιόνος·