εἰ δὲ καὶ τοῦτο τὸ πάθος ὀρεκτικόν ἐστιν, εἰκός ἐστιν ὑπὸ τῶν τοιούτων βρωμάτων λεπτυνόμενα διακρίνεσθαι τὰ προϋπόντα, καὶ ποιεῖν μὲν ἔνδειαν, οὐ μεταρρυθμιζομένων δὲ τῶν πόρων ἀλλὰ κενουμένων καὶ καθαιρομένων τὰ γὰρ ὀξέα καὶ δριμέα καὶ ἁλμυρὰ θρύπτοντα τὴν ὕλην διαφορεῖ καὶ σκίδνησιν, ὥστε νεαρὰν ποιεῖν τὴν ὄρεξιν ἐκθλιβομένων τῶν ἑώλων καὶ χθιζῶν. τῶν δὲ λουομένων οὐ μετασχηματιζόμενοι παύουσιν οἱ πόροι τὸ δίψος, ἀλλʼ ἰκμάδα διὰ τῆς σαρκὸς ἀναλαμβάνοντες καὶ ἀναπιμπλάμενοι νοτερᾶ ἀτμίδος. οἱ δʼ ἔμετοι τἀλλότριον ἐκβάλλοντες ἀπόλαυσιν τῇ φύσει τοῦ οἰκείου παρέσχον. οὐ γὰρ ἁπλῶς τοῦ ὑγροῦ τὸ δίψος, ἀλλὰ τοῦ κατὰ φύσιν καὶ οἰκείου διό, κἂν πολὺ παρῇ τὸ ἀλλόφυλον, ἐνδεὴς ὁ ἄνθρωπός ἐστιν· ἐνίσταται γὰρ τοῖς κατὰ φύσιν ὑγροῖς, ὧν ἡ ὄρεξίς ἐστι, καὶ οὐ δίδωσιν ἀνάμιξιν οὐδὲ κατάκρασιν, ἄχρι ἂν ἐκστῇ καὶ ἀποχωρήσῃ· τότε δʼ οἱ πόροι τὸ σύμφυλον ἀναλαμβάνουσιν. οἱ δὲ πυρετοὶ τὸ ὑγρὸν εἰς βάθος ἀπωθοῦσι· καὶ τῶν μέσων φλεγομένων, ἐκεῖ πᾶν ἀποκεχώρηκε καὶ κρατεῖται πεπιεσμένον ὅθεν ἐμεῖν τε πολλοὺς ἅμα συμβαίνει, πυκνότητι τῶν ἐντὸς ἀναθλιβόντων τὰ ὑγρά, καὶ διψῆν διʼ ἔνδειαν καὶ ξηρότητα τοῦ λοιποῦ σώματος. ὅταν οὖν ἄνεσις γένηται καὶ τὸ θερμὸν ἐκ τῶν μέσων ἀπίῃ, σκιδνάμενον αὖθις ὑπονοστεῖ καὶ διιόν, ὡς πέφυκε, πάντῃ τὸ νοτερὸν ἅμα τοῖς· τε μέσοις ῥᾳστώνην παρέσχε, καὶ τὴν σάρκα λείαν καὶ ἁπαλὴν ἀντὶ τραχείας καὶ αὐχμώδους γενομένην ἐμάλαξε, πολλάκις δὲ καὶ ἱδρῶτας ἐπήγαγεν· ὅθεν ἡ ποιοῦσα διψῆν ἔνδεια λήγει καὶ παύεται, τῆς ὑγρότητος ἀπὸ τοῦ βαρυνομένου καὶ δυσαναβλαυτοῦντος ἐπὶ τὸν δεόμενον καὶ ποθοῦντα μεθισταμένης τόπον. ὡς γὰρ ἐν κήπῳ, φρέατος ἄφθονον ὕδωρ ἔχοντος, εἰ μὴ τις ἐπαντλοῖ καὶ ἄρδοι τὰ φυτά, διψῆν καὶ ἀτροφεῖν ἀναγκαῖόν ἐστιν·οὕτως ἐν σώματι, τῶν ὑγρῶν εἰς ἕνα κατασπωμένων τόπον, οὐ θαυμαστὸν ἔνδειαν εἶναι περὶ τὰ λοιπὰ καὶ ξηρότητα, μέχρι οὗ πάλιν ἐπιρροὴ καὶ διάχυσις γένηται· καθάπερ καὶ ἐπὶ τῶν πυρεττόντων, ὅταν ἀνεθῶσι, συμβαίνει καὶ τῶν ἐγκαταδαρθανόντων τῷ διψῆν· καὶ γὰρ τούτοις ὁ ὕπνος ἐκ μέσων ἐπανάγων τὰ ὑγρὰ καὶ διανέμων πάντῃ τοῖς μέρεσιν ὁμαλισμὸν ἐμποιεῖ καὶ ἀναπλήρωσιν. ὁ γὰρ δὴ λεγόμενος τῶν πόρων μετασχηματισμὸς οὗτος, ᾧ τὸ πεινῆν ἢ τὸ διψῆν ἐγγίνηται, ποῖὸς τίς ἐστιν; ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ περὶ πόρους διαφορὰς ἄλλας κατὰ πάθος ἢ τὸ συμπίπτειν καὶ τὸ διίστασθαι· καὶ συμπίπτοντες μὲν· οὔτε ποτὸν οὔτε τροφὴν δέχεσθαι δύνανται, διιστάμενοι δὲ κενότητα καὶ χώραν ποιοῦσιν, ἔνδειαν οὖσαν τοῦ κατὰ φύσιν καὶ οἰκείου. καὶ γὰρ αἱ στύψεις, ὦ βέλτιστε, τῶν βαπτομένων ἔφην τόπων ἔχουσι τὸ δριμὺ καὶ ῥυπτικόν, ᾧ τῶν περισσῶν ἐκκρινομένων καὶ ἀποτηκομένων, οἱ πόροι δέχονται μᾶλλον καὶ στέγουσι δεξάμενοι τὴν βαφὴν ὑπʼ ἐνδείας καὶ κενότητος.ῥηθέντων δὲ τούτων, ὁ ἑστιῶν ἡμᾶς καὶ ταῦτʼ ἔφη μετρίως λέγεσθαι καὶ πρὸς τὴν ἄλλην ἀπορίαν, τὰς τῶν πόρων κενώσεις καὶ ἀναπληρώσεις, ἐν τῷ παραυτίκα τοῖς δὲ διψῶσι τοὐναντίον, ἐὰν ἐμφάγωσιν, ἐπιτείνειν συμβαίνει τὸ δίψος. τοῦτο δὲ τὸ πάθος οἱ τοὺς πόρους διαφόρους ὑποτιθέμενοι ῥᾷστα καὶ πιθανώτατά μοι δοκοῦσιν, εἰ καὶ μὴ τἄλλα μόνον πιθανῶς, αἰτιολογεῖν. πᾶσι γὰρ ὄντων πόρων, ἄλλος πόρος ἄλλας συμμετρίας ἔχει· ὧν οἱ μὲν εὐρύτεροι τὴν ξηρὰν ἅμα καὶ τὴν ὑγρὰν τροφὴν ἀναλαμβάνουσιν, οἱ δʼ ἰσχνότεροι τὸ μὲν ποτὸν παραδέχονται, ποιεῖ δὲ τὴν μὲν δίψαν ἡ τούτων κένωσις, ἡ δʼ ἐκείνων τὴν πεῖναν. ὅθεν, ἐὰν μὲν φάγωσιν οἱ διψῶντες, οἱ μὲν οὐ βοηθοῦνται, τῶν πόρων διὰ λεπτότητα τὴν ξηρὰν τροφὴν μὴ δεχομένων, ἀλλʼ ἐπιδεῶν τοῦ οἰκείου διαμενόντων· οἱ δὲ πεινῶντες ἐὰν πίνωσιν, ἐνδυόμενα τὰ ὑγρὰ τοῖς μείζοσι πόροις καὶ ἀναπληροῦντα τὰς κενότητας αὐτῶν ἀνίησι τὸ σφοδρὸν ἄγαν τῆς πείνης.ἐμοὶ δὲ τὸ μὲν συμβαῖνον ἀληθὲς ἐφαίνετο, τῇ δʼ ὑποθέσει τῆς αἰτίας οὐ προσεῖχον. καὶ γὰρ εἰ τοῖς πόροις τούτοις ἔφην, ὧν ἔνιοι περιέχονται καὶ ἀγαπῶσι, κατατρήσειέ τις τὴν σάρκα, πλαδαρὰν καὶ τρομώδη καὶ σαθρὰν ποιήσει· τό γε μὴ ταὐτὰ τοῦ σώματος μόρια τὸ ποτὸν προσδέχεσθαι καὶ τὸ σιτίον ἀλλʼ ὥσπερ ἠθμοῖς καταρρεῖσθαι καὶ ἀποκρίνεσθαι, κομιδῇ πλασματῶδες καὶ ἀλλόκοτον. αὕτη γὰρ ἡ πρὸς τὸ ὑγρὸν ἀνάμιξις, θρύπτουσα τὰ σιτία καὶ συνεργὰ λαμβάνουσα τὸ θερμὸν τὸ ἐντὸς καὶ τὸ πνεῦμα, πάντων ὀργάνων ἀκριβέστατα πάσαις τομαῖς καὶ διαιρέσεσι λεπτύνει τὴν τροφὴν ὥστε πᾶν μόριον αὐτῆς παντὶ μορίῳ γίγνεσθαι φίλον καὶ οἰκεῖον, οὐκ ἐναρμόττον ὥσπερ ἀγγείοις καὶ τρήμασιν ἀλλʼ ἑνούμενον καὶ προσφυόμενον. ἄνευ δὲ τούτων οὐδὲ λέλυται τῆς ἀπορίας τὸ μέγιστον· οἱ γὰρ ἐμφαγόντες, ἂν μὴ πίωσιν, οὐ μόνον οὐ λύουσιν ἀλλὰ καὶ προσεπιτείνουσι τὸ δίψος πρὸς τοῦτο δʼ οὐδὲν εἴρηται. σκόπει δὲ καὶ τὰ παρʼ ἡμῶν ἔφην εἰ φαινομένας ὑποθέσεις λαμβάνομεν, πρῶτον μὲν λαμβάνοντες τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ διαφθείρεσθαι δαπανώμενον, τῷ δʼ ὑγρῷ τὸ ξηρὸν βρεχόμενον καὶ μαλασσόμενον διαχύσεις ἴσχειν καὶ ἀναθυμιάσεις· δεύτερον δὲ μὴ νομίζοντες ἔκθλιψιν εἶναι παντάπασι μήτε τῆς ξηρᾶς τροφῆς τὴν πεῖναν μήτε τῆς ὑγρᾶς τὴν δίψαν, ἀλλὰ τοῦ μετρίου καὶ ἀρκοῦντος ἔνδειαν· οἷς γὰρ ὅλως ἂν ἐλλίπῃ θάτερον , οὔτε πεινῶσιν οὔτε διψῶσιν ἀλλʼ εὐθὺς ἀποθνήσκουσιν. ὑποκειμένων δὲ τούτων, οὐ χαλεπὸν ἤδη τὴν αἰτίαν συνιδεῖν. ἡ μὲν γὰρ δίψα τοῖς φαγοῦσιν ἐπιτείνεται, τῶν σιτίων τῇ ξηρότητι, εἴ τι διεσπαρμένον ὑγρὸν καὶ ἀπολειπόμενον ἀσθενὲς καὶ ὀλίγον ἐν τῷ σώματι, συλλεγόντων καὶ προσεξικμαζόντων ὥσπερ ἔξω γῆν ὁρῶμεν καὶ κόνιν καὶ ἄμμον τὰ μιγνύμενα τῶν ὑγρῶν ἀναλαμβάνουσαν εἰς ἑαυτὴν καὶ ἀφανίζουσαν. τὴν δὲ πεῖναν αὖ πάλιν ἀναγκαίως; τὸ ποτὸν ἀνίησιν·