Τιμόθεον τὸν Κόνωνος, ὦ Σόσσιε Σενεκίων, ὡς ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων ἀναλαβὼν ὁ Πλάτων ἐδείπνισεν ἐν Ἀκαδημείᾳ μουσικῶς καὶ ἀφελῶς ταῖς ἀφλεγμάντοις ὥς φησιν ὁ Ἴωντραπέζαις αἷς ὕπνοι τε καθαροὶ καὶ βραχυόνειροι φαντασίαι, τοῦ σώματος εὐδίαν καὶ γαλήνην ἔχοντος, ἕπονται· μεθʼ ἡμέραν ὁ Τιμόθεος αἰσθόμενος τῆς διαφορᾶς ἔφη τοὺς παρὰ Πλάτωνι δειπνήσαντας καὶ τῇ ὑστεραίᾳ καλῶς γίγνεσθαι. μέγα γὰρ ὡς ἀληθῶς εὐημερίας ἐφόδιον εὐκρασία σώματος ἀβαπτίστου καὶ ἐλαφροῦ καὶ παρεστῶτος ἀνυπόπτως ἐπὶ πᾶσαν ἐνέργειαν. ἀλλʼ ἕτερον οὐκ ἔλαττον ὑπῆρχε τοῦτο τοῖς παρὰ Πλάτωνι δειπνήσασιν, ἡ τῶν λαληθέντων παρὰ πότον ἀναθεώρησις· αἱ μὲν γὰρ τῶν ποθέντων ἢ βρωθέντων ἡδοναὶ τὴν ἀνάμνησιν ἀνελεύθερον ἔχουσι καὶ ἄλλως ἐξίτηλον, ὥσπερ ὀσμὴν ἕωλον κνῖσαν ἐναπολειπομένην προβλημάτων δὲ καὶ λόγων φιλοσόφων ὑποθέσεις αὐτοὺς τοὺς μεμνημένους εὐφραίνουσιν, ἀεὶ πρόσφατοι παροῦσαι· καὶ τοὺς ἀπολειφθέντας οὐχ ἧττον ἑστιᾶν παρέχουσι τοῖς αὐτοῖς ἀκούοντας καὶ μεταλαμβάνοντας· ὅπου καὶ νῦν τῶν Σωκρατικῶν συμποσίων μετουσία καὶ ἀπόλαυσίς ἐστι τοῖς φιλολόγοις, ὥσπερ αὐτοῖς ἐκείνοις τοῖς τότε δειπνοῦσι. καίτοι, εἰ τὰ σωματικὰ τὰς ἡδονὰς παρεῖχεν, ἔδει καὶ Ξενοφῶντα καὶ Πλάτωνα μὴ τῶν λαληθέντων ἀλλὰ παρατεθέντων ἐν Καλλίου καὶ Ἀγάθωνος ὄψων καὶ πεμμάτων καὶ τραγημάτων ἀπογραφὴν ἀπολιπεῖν· νῦν δʼ ἐκεῖνα μὲν οὐδέποτε, καίπερ ὡς εἰκὸς ἐκ παρασκευῆς γενόμενα καὶ δαπάνης, λόγου τινὸς ἠξιώθη· τὰ δὲ φιλοσοφηθέντα μετὰ παιδιᾶς σπουδάζοντες εἰς γραφὴν ἀπετίθεντο, καὶ κατέλειπον παραδείγματα τοῦ μὴ μόνον συνεῖναι διὰ λόγων ἀλλήλοις παρὰ πότον ἀλλὰ καὶ μεμνῆσθαι τῶν λαληθέντων.ἕκτον οὖν τοῦτό σοι πέμπω τῶν Συμποσιακῶν, ἐν ᾧ πρῶτόν ἐστι τὸ περὶ τοῦ διψῆν μᾶλλον ἢ πεινῆν τοὺς νηστεύοντας. ἄλογον γὰρ ἐφαίνετο διψῆν μᾶλλον ἢ πεινῆν τοὺς ἐκνηστεύσαντας· ἡ γὰρ ἔνδεια τῆς ξηρᾶς τροφῆς ἀναπλήρωσιν οἰκείαν ἐδόκει καὶ κατὰ φύσιν ἐπιζητεῖν. ἔλεγον οὖν ἐγὼ τοῖς παροῦσιν, ὅτι τῶν ἐν ἡμῖν ἢ μόνον ἢ μάλιστα δεῖται τροφῆς τὸ θερμόν ὥσπερ ἀμέλει βλέπομεν ἔξω μήτʼ ἀέρα μήθʼ ὕδωρ μήτε γῆν ἐφιέμενα τοῦ τρέφεσθαι μηδʼ ἀναλίσκοντα τὸ πλησιάζον, ἀλλὰ μόνον τὸ πῦρ. ᾗ καὶ τὰ νέα βρωτικώτερα τῶν πρεσβυτέρων ὑπὸ θερμότητος· καὶ τοὐναντίον οἱ γέροντες ῥᾷστα νηστείαν φέρουσιν· ἀμβλὺ γὰρ ἐν αὐτοῖς καὶ μικρὸν ἤδη τὸ θερμόν ἐστιν, ὥσπερ ἐν τοῖς ἀναίμοις τῶν ζῴων, ἃ δὴ καὶ τροφῆς ἣκιστα προσδεῖται διʼ ἔνδειαν θερμότητος· αὐτὸν θʼ ἕκαστον αὑτοῦ γυμνάσια καὶ κραυγαὶ καὶ ὅσα τῷ κινεῖν αὔξει τὸ θερμόν, ἥδιον φαγεῖν ποιεῖ καὶ προθυμότερον τροφὴ δὲ τῷ θερμῷ, καθάπερ νομίζω, ὃ πρῶτον κατὰ φύσιν, μάλιστα τὸ ὑγρόν ἐστιν, ὡς αἵ τε φλόγες αὐξανόμεναι τῷ ἐλαίῳ δηλοῦσι καὶ τὸ πάντων ξηρότατον εἶναι τέφραν· ἐκκέκαυται γὰρ τὸ νοτερόν, τὸ δὲ γεῶδες ἔρημον ἰκμάδος λέλειπται· καὶ ὁμοίως διίστησι καὶ διαιρεῖ τὰ σώματα τὸ πῦρ τῷ ἐξαιρεῖν τὴν κολλῶσαν ὑγρότητα καὶ συνδέουσαν. ὅταν οὖν νηστεύσωμεν, ἐκ τῶν ὑπολειμμάτων τῆς ἐν τῷ σώματι τροφῆς ἀποσπᾶται βίᾳ τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ τὸ πρῶτον, εἶτʼ ἐπʼ αὐτὴν βαδίζει τὴν σύμφυτον λιβάδα τῆς σαρκὸς ἡ πύρωσις διώκουσα τὸ νοτερόν· γενομένης οὖν ὥσπερ ἐν πηλῷ ξηρότητος, ποτοῦ μᾶλλον τὸ σῶμα δεῖσθαι πέφυκεν, ἄχρι οὗ πιόντων ἀναρρωσθὲν καὶ ἰσχῦσαν τὸ θερμὸν ἐμβριθοῦς τροφῆς ὄρεξιν ἐργάσηται.λεχθέντων δὲ τούτων, οἱ περὶ Φίλωνα ἰατροὶ τὴν πρώτην θέσιν ἐκίνουν· ἐνδείᾳ γὰρ οὐ γίγνεσθαι τὸ δίψος, ἀλλὰ πόρων τινῶν μετασχηματισμῷ. τοῦτο μὲν γὰρ οἱ νύκτωρ διψῶντες, ἂν ἐπικαταδάρθωσι, παύονται τοῦ διψῆν μὴ πιόντες· τοῦτο δʼ οἱ πυρέττοντες, ἐνδόσεως γενομένης ἢ παντάπασι τοῦ πυρετοῦ λωφήσαντος, καὶ ἅμα τοῦ διψῆν ἀπαλλάττονται· πολλοῖς δὲ λουσαμένοις καὶ νὴ Δίʼ ἐμέσασιν ἑτέροις λήγει τὸ δίψος. ὧν ὑπʼ οὐδενὸς αὔξεται τὸ ὑγρόν, ἀλλὰ μόνον οἱ πόροι παρέχουσι, πάσχοντές τι τῷ μετασχηματίζεσθαι, τάξιν ἑτέραν καὶ διάθεσιν. ἐκδηλότερον δὲ τοῦτο γίγνεται περὶ τὴν πεῖναν· ἐνδεεῖς γὰρ ἅμα πολλοὶ γίνονται καὶ ἀνόρεκτοι τῶν νοσούντων· ἐνίοις δʼ ἐμπιπλαμένοις οὐδὲ ἓν αἱ ὀρέξεις χαλῶσιν, ἀλλὰ καὶ κατατείνουσι καὶ παραμένουσιν. ἤδη δὲ πολλοὶ τῶν ἀποσίτων ἐλαίαν ἁλμάδα λαμβάνοντες ἢ κάππαριν γευσάμενοι ταχέως ἀνέλαβον καὶ παρεστήσαντο τὴν ὄρεξιν. ᾧ καὶ μάλιστα δῆλόν ἐστιν, ὅτι πάθει τινὶ πόρων οὐχ ὑπʼ ἐνδείας ἐγγίγνεται τὸ πεινῆν ἡμῖν· τὰ· γὰρ τοιαῦτα βρώματα τὴν μὲν ἔνδειαν ἐλαττοῖ προστιθεμένης τροφῆς, τὸ δὲ πεινῆν ποιοῦσιν· οὕτως αἱ τῶν ἐφάλμων βρωμάτων εὐστομίαι καὶ δριμύτητες ἐπιστρέφουσαι καὶ πυκνοῦσαι τὸν στόμαχον ἢ πάλιν ἀνοίγουσαι καὶ χαλῶσαι δεκτικήν τινα τροφῆς εὐαρμοστίαν περιειργάσαντο περὶ αὐτόν, ἣν ὄρεξιν καλοῦμεν .ἐδόκει δή μοι ταῦτα πιθανῶς μὲν ἐπικεχειρῆσθαι, πρὸς δὲ τὸ μέγιστον ἐναντιοῦσθαι τῆς φύσεως τέλος, ἐφʼ ὃ πᾶν ἄγει ζῷον ὄρεξις, ἀναπλήρωσιν τοῦ ἐνδεοῦς ποθοῦσα καὶ τὸ ἐκλεῖπον ἀεὶ τοῦ οἰκείου διώκουσα· τὸ γὰρ ᾧ διαφέρει μάλιστα τὸ ζῷον τοῦ ἀψύχου, τοῦτο μὴ φάναι πρὸς σωτηρίαν καὶ διαμονὴν ὑπάρχειν ἡμῖν, ὥσπερ ὄμμα τῶν οἰκείων τῷ σώματι καὶ δεόντων ἐγγεγενημένον, ἀλλὰ πάθος εἶναι καὶ τροπήν τινα πόρων οἴεσθαι μεγέθεσι καὶ μικρότησι συμβαίνουσαν, εἰς οὐδένʼ ἦν λόγον ἁπλῶς τιθεμένων τὴν φύσιν. ἔπειτα ῥιγοῦν ἐνδείᾳ θερμότητος οἰκείας τὸ σῶμα, μηκέτι δὲ διψῆν μηδὲ πεινῆν ὑγρότητος ἐνδείᾳ τῆς κατὰ φύσιν καὶ τροφῆς, ἄλογόν ἐστι· τούτου δʼ ἀλογώτερον, εἰ κενώσεως μὲν ἐφίεται διὰ πλήρωσιν ἡ φύσις, πληρώσεως δʼ οὐ διὰ κένωσιν, ἀλλʼ ἑτέρου τινὸς πάθους ἐγγενομένου. καὶ μὴν αἵ γε τοιαῦται περὶ τὰ ζῷα χρεῖαι καὶ ἀναπληρώσεις οὐθέν τι τῶν περὶ τὰς γεωργίας γιγνομένων διαφέρουσι· πολλὰ γὰρ ὅμοια πάσχει καὶ βοηθεῖται· πρὸς μὲν γὰρ τὰς ξηρότητας ἀρδείαις ποτιζόμενα, καὶ ψυχόμενα μετρίως, ὅταν φλέγηται· ῥιγοῦντα δʼ αὐτὰ θάλπειν πειρώμεθα καὶ σκέπειν πόλλʼ ἄττα περιβάλλοντες· καὶ ὅσα μὴ παρʼ ἡμᾶς ἐστιν, εὐχόμεθα τὸν θεὸν διδόναι, δρόσους μαλακὰς καὶ εἰλήσεις ἐν πνεύμασι μετρίοις, ὡς ἀεὶ τοῦ ἀπολείποντος ἀναπλήρωσιν ἡ φύσις ἔχοι, διατηροῦσα τὴν κρᾶσιν. οὕτω γὰρ οἶμαι καὶ τροφὴν ὠνομάσθαι τὸ τηροῦν τὴν φύσιν· τηρεῖται δὲ τοῖς μὲν φυτοῖς ἀναισθήτως ἐκ τοῦ περιέχοντος, ὥς φησιν Ἐμπεδοκλῆς, ὑδρευομένοις τὸ πρόσφορον· ἡμᾶς δʼ ἡ ὄρεξις ζητεῖν διδάσκει καὶ διώκειν τὸ ἐκλεῖπον τῆς κράσεως. οὐ μὴν ἀλλὰ καὶ τῶν εἰρημένων ἕκαστον ἴδωμεν ὡς οὐκ ἀληθές ἐστι. τὰ μὲν γὰρ εὐστομίαν ἔχοντα καὶ δριμύτητα τάχα μὲν οὐκ ὄρεξιν, ἀλλὰ δηγμὸν ἐμποιεῖ τοῖς δεκτικοῖς μέρεσι τῆς τροφῆς, οἷον κνησμοὶ κατὰ θίξιν ἐνίων ἀμυσσόντων·