καὶ ὁ Σώκλαρος ἂν γʼ ἔφη πρότερον ἡμεῖς αὐτὰ δοκιμάσωμεν· ἔστι γὰρ ὅ τι τοῦ λόγου καταφαίνεται κίβδηλον. εἰ γὰρ ἃ λέγουσι πολλοὶ περὶ τῶν βασκαινομένων ὡς ἀληθῆ τίθεμεν, οὐκ ἀγνοεῖς δήπουθεν ὅτι καὶ φίλους καὶ οἰκείους, ἔνιοι δὲ καὶ πατέρας ἔχειν ὀφθαλμὸν βάσκανον ὑπολαμβάνουσιν, ὥστε μὴ δεικνύναι τὰς γυναῖκας αὐτοῖς τὰ παιδία μηδὲ πολὺν ἐᾶν χρόνον ὑπὸ τῶν τοιούτων καταβλέπεσθαι· πῶς οὖν ἔτι δόξει φθόνου τὸ πάθος εἶναι; τί δʼ, πρὸς τοῦ Διός, ἐρεῖς περὶ τῶν ἑαυτοὺς καταβασκαίνειν λεγομένων; καὶ γὰρ τοῦτʼ ἀκήκοας· εἰ δὲ μή, πάντως ταῦτʼ ἀνέγνωκας καλαὶ μέν ποτʼ ἔσαν, καλαί, φόβαι Εὐτελίδαο· ἀλλʼ αὑτὸν βάσκαινεν ἰδὼν ὀλοφώιος ἀνὴρ δίνῃ ἐν ποταμῷ· τὸν δʼ αὐτίκα νοῦσος ἀεικής ὁ γὰρ Εὐτελίδας λέγεται, καλὸς ἑαυτῷ φανεὶς· καὶ παθών τι πρὸς τὴν ὄψιν, ἐκ τούτου νοσῆσαι καὶ τὴν εὐεξίαν μετὰ τῆς ὥρας ἀποβαλεῖν. ἀλλʼ ὅρα πῶς ἔχεις εὑρησιλογίας πρὸς τὰς τοιαύτας ἀτοπίας.ἄλλως μέν ἔφηνοὐ μάλʼ ἱκανῶς· πίνων δ’ ὡς ὁρᾷς ἐκ τῆς τηλικαύτης κύλικος, οὐκ ἀτόλμως· λέγω δʼ ὅτι τὰ μὲν πάθη πάντα, ταῖς ψυχαῖς ἐμμείναντα πολὺν χρόνον, ἕξεις ἐνεργάζεται πονηράς· αὗται δʼ, ὅταν ἰσχὺν φύσεως λάβωσιν, ὑπὸ τῆς τυχούσης κινούμεναι προφάσεως, πολλάκις καὶ ἄκοντας ἐπὶ τὰ οἰκεῖα καὶ συνήθη καταφέρουσι πάθη. σκόπει δὲ τοὺς δειλοὺς ὅτι καὶ τὰ σῴζοντα φοβοῦνται, καὶ τοὺς ὀργίλους ὅτι καὶ τοῖς φιλτάτοις δυσκολαίνουσι, καὶ τοὺς ἐρωτικοὺς καὶ ἀκολάστους ὅτι τελευτῶντες οὐδὲ τῶν ἁγιωτάτων ἀπέχεσθαι δύνανται σωμάτων. ἡ γὰρ συνήθεια δεινὴ πρὸς τὸ οἰκεῖον ἐξάγειν τὴν διάθεσιν, καὶ τὸν ἀκροσφαλῶς ἔχοντα πᾶσι προσπταίειν ἀνάγκη τοῖς ὑποπίπτουσιν· ὥστʼ οὐκ ἄξιον θαυμάζειν τοὺς τὴν φθονητικὴν καὶ βασκαντικὴν ἀπειργασμένους ἐν ἑαυτοῖς ἕξιν, εἰ καὶ πρὸς τὰ οἰκεῖα κατὰ τὴν τοῦ πάθους ἰδιότητα κινοῦνται· κινούμενοι δʼ οὕτως ὃ πεφύκασιν οὐχ ὃ βούλονται ποιοῦσιν. ὡς γὰρ ἡ σφαῖρα κινεῖσθαι σφαιρικῶς καὶ κυλινδρικῶς ὁ κύλινδρος ἀναγκάζετει κατὰ τὴν τοῦ σχήματος διαφοράν, οὕτως τὸν οὕτω φθονερὸν ἡ διάθεσις φθονητικῶς πρὸς ἅπαντα κινεῖ. οὐ μὴν ἀλλὰ καὶ καταβλέπειν εἰκός ἐστιν αὐτοὺς τὰ οἰκεῖα καὶ ποθούμενα μᾶλλον· διὸ καὶ βλάπτουσι μᾶλλον. ὁ δὲ βέλτιστος Εὐτελίδας καὶ ὅσοι λέγονται καταβασκαίνειν ἑαυτοὺς οὐκ ἀλόγως μοι δοκοῦσι τοῦτο πάσχειν. σφαλερὸν γὰρ ἡ ἐπʼ ἄκρον εὐεξία κατὰ τὸν Ἱπποκράτην, καὶ τὰ σώματα προελθόντα μέχρι τῆς ἄκρας ἀκμῆς οὐχ ἕστηκεν, ἀλλὰ ῥέπει καὶ ταλαντεύεται πρὸς τοὐναντίον· ὅταν οὖν ἐπίδοσιν ἀθρόαν λάβωσι καὶ βέλτιον ἢ προσεδόκων ἔχοντας ἑαυτοὺς; ἐπιβλέπωσιν, ὥστε θαυμάζειν καὶ κατασκοπεῖν τὸ σῶμα τῆς μεταβολῆς, ἐγγὺς εἰσι καταφερόμενοι ταῖς ἕξεσι πρὸς τὸ χεῖρον, ἑαυτοὺς καταβασκαίνειν. τοῦτο δὲ γίγνεται μᾶλλον ἀπὸ τῶν πρὸς ὕδασιν ἤ τισιν ἄλλοις ἐσόπτροις ὑφισταμένων ῥευμάτων ἀναπνεῖ γὰρ ἐπʼ αὐτοὺς τοὺς ὁρῶντας, ὥσθʼ οἷς ἑτέρους ἔβλαπτον, αὐτοὺς κακοῦσθαι.τοῦτο δʼ ἴσως καὶ περὶ τὰ παιδία γιγνόμενον καταψεύδεται πολλάκις τὴν αἰτίαν τῶν ἐνορώντων.ἐμοῦ δὲ παυσαμένου, Γάιος ὁ Φλώρου γαμβρὸς τῶν δὲ Δημοκρίτου ἔφη εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτʼ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔτθʼ ὁρμῆς, ἀνάπλεὰ τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας· μεθʼ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν; οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῇ δόξῃ, τῇ δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.πάνυ μὲν οὖν ἔφην ἀλλὰ θαυμάζω, πῶς ἔλαθον ὑμᾶς οὐδὲν ἄλλο τῶν ῥευμάτων τούτων ἢ τὸ ἔμψυχον ἀφελὼν καὶ προαιρετικὸν ἵνα μή με δόξητε πόρρω νυκτῶν ὑμῖν ἐπάγοντα φάσματα καὶ εἴδωλα πεπνυμένα καὶ φρονοῦντα μορμολύττεσθαι καὶ διαταράττειν. ἕωθεν οὖν, ἐὰν δοκῇ, περὶ τούτων σκεψώμεθα.ἑστιωμένων ἡμῶν ποτʼ ἐν Χαιρωνείᾳ καὶ παρατεθείσης παντοδαπῆς ὀπώρας, ἐπῆλθέ τινι τῶν κατακειμένων ἀναφθέγξασθαι τὸν στίχον ἐκεῖνον συκέαι τε γλυκεραὶ καὶ μηλέαι ἀγλαόκαρποι καὶ ἐλαῖαι τηλεθόωσαι ζήτησις οὖν ἦν, διὰ τί τὰς μηλέας ὁ ποιητὴς ἀγλαοκάρπους ἐξαιρέτως προσεῖπεν. καὶ Τρύφων μὲν ὁ ἰατρὸς ἔλεγε κατὰ τὴν πρὸς τὸ δένδρον εἰρῆσθαι σύγκρισιν, ὅτι μικρὸν ὂν κομιδῇ καὶ τὴν ὄψιν εὐτελὲς καλὸν καὶ μέγαν ἐκφέρει τὸν καρπόν. ἄλλος δέ τις ἔφη τὸ καλὸν ἐκ πάντων συντεθὲν μόνῳ τούτῳ τῶν ἀκροδρύων ὁρᾶν ὑπάρχον καὶ γὰρ τὴν ψαῦσιν ἔχει καθάριον, ὥστε μὴ μολύνειν ἀλλʼ εὐωδίας ἀναπιμπλάναι τὸν ἁπτόμενον, καὶ τὴν γεῦσιν ἡδεῖαν, ὀσφραίνεσθαί τε καὶ ἰδεῖν ἐπιτερπέστατόν ἐστι· διὸ καὶ πάσας ὁμοῦ τι τὰς αἰσθήσεις προσαγόμενον εἰκότως ἐπαινεῖσθαι.ταῦτα μὲν οὖν ἔφαμεν ἡμεῖς μετρίως λέγεσθαι· τοῦ δʼ Ἐμπεδοκλέους εἰρηκότος οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοια μῆλα, τὸ μὲν τῶν σιδῶν ἐπίθετον νοεῖν, ὅτι, τοῦ φθινοπώρου λήγοντος ἤδη καὶ τῶν καυμάτων μαραινομένων, ἐκπέττουσι τὸν καρπόν· ἀσθενῆ γὰρ αὐτῶν τὴν ὑγρότητα καὶ γλίσχραν οὖσαν οὐκ ἐᾷ λαβεῖν σύστασιν ὁ ἥλιος, ἂν μὴ μεταβάλλειν ὁ ἀὴρ ἐπὶ τὸ ψυχρότερον ἄρχηται· διὸ καὶ μόνον τοῦτό φησι Θεόφραστος τὸ δένδρον ἐν τῇ σκιᾷ βέλτιον ἐκπέττειν τὸν καρπὸν καὶ τάχιον. τὰ δὲ μῆλα καθʼ ἥντινα διάνοιαν ὁ σοφὸς ὑπέρφλοια προσειρήκοι, διαπορεῖν, καὶ μάλιστα τἀνδρὸς οὐ καλλιγραφίας ἕνεκα τοῖς εὐπροσωποτάτοις τῶν ἐπιθέτων, ὥσπερ ἀνθηροῖς χρώμασι, τὰ πράγματα γανοῦν εἰωθότος, ἀλλʼ ἕκαστον οὐσίας τινὸς ἢ δυνάμεως δήλωμα ποιοῦντος, οἷον ἀμφιβρότην χθόνα τὸ τῇ ψυχῇ περικείμενον σῶμα, καί νεφεληγερέτην τὸν ἀέρα καὶ πολυαίματον τὸ ἧπαρ,