οὐ μὴν ἀλλὰ καὶ τῆς πίτυος αὐτῆς εἰκὸς ἀπολαύειν τὴν ἄμπελον, ἐχούσης ἐπιτηδειότητα πολλὴν πρὸς σωτηρίαν οἴνου καὶ διαμονήν· τῇ τε γὰρ πίττῃ πάντες ἐξαλείφουσι τὰ ἀγγεῖα, καὶ τῆς ῥητίνης ὑπομιγνύουσι πολλοὶ τῷ οἴνῳ καθάπερ Εὐβοεῖς τῶν Ἑλλαδικῶν καὶ τῶν Ἰταλικῶν οἱ περὶ τὸν Πάδον οἰκοῦντες· ἐκ δὲ τῆς περὶ Βίενναν Γαλατίας ὁ πισσίτης οἶνος κατακομίζεται, διαφερόντως; τιμώμενος ὑπὸ Ῥωμαίων, οὐ γὰρ μόνον εὐωδίαν τινὰ τὰ τοιαῦτα προσδίδωσιν, ἀλλὰ καὶ τὸν οἶνον εὔποτον παρίστησι ταχέως ἐξαιροῦντα τῇ θερμότητι τοῦ οἴνου τὸ νεαρὸν καὶ ὑδατῶδες.ὡς δὲ ταῦτʼ ἐρρήθη, τῶν ῥητόρων ὁ μάλιστα δοκῶν ἀναγνώσμασιν ἐντυγχάνειν ἐλευθερίοιςὦ πρὸς θεῶν εἶπεν, οὐ γὰρ ἐχθὲς ἡ πίτυς ἐνταῦθα καὶ πρῴην στέμμα γέγονε τῶν Ἰσθμίων, πρότερον δὲ τοῖς σελίνοις ἐστέφοντο; καὶ τοῦτʼ ἔστι μὲν ἐν τῇ κωμῳδίᾳ φιλαργύρου τινὸς ἀκοῦσαι λέγοντος τὰ δʼ Ἴσθμιʼ ἀποδοίμην ἂν ἡδέως ὅσου ὁ τῶν σελίνων στέφανός ἐστιν ὤνιος. ἱστορεῖ δὲ καὶ Τίμαιος ὁ συγγραφεύς, ὅτι Κορίνθιοι ὁπηνίκα μαχούμενοι πρὸς Καρχηδονίους ἐβάδιζον ὑπὲρ τῆς Σικελίας, ἐνέβαλόν τινες οὐ σέλινα κομίζοντες· οἰωνισαμένων δὲ τῶν πολλῶν τὸ σύμβολον ὡς οὐ χρηστόν, ὅτι δοκεῖ τὸ σέλινον ἐπικήδειον εἶναι, καὶ τοὺς ἐπισφαλῶς νοσοῦντας δεῖσθαι τοῦ σελίνου φαμένων, ὁ Τιμολέων ἐθάρρυνεν αὐτοὺς καὶ ἀνεμίμνησκε τῶν Ἰσθμοῖ σελίνων, οἷς ἀναστέφουσι Κορίνθιοι τοὺς νικῶντας. ἔτι τοίνυν ἡ Ἀντιγόνου ναυαρχὶς ἀναφύσασα περὶ πρύμναν αὐτομάτως σέλινον Ἰσθμία ἐπωνομάσθη. καὶ τοῦτο δὴ τὸ σκολιὸν ἐπίγραμμα δῆλον κεραμέα νομίζει διαβεβυσμένην σελίνῳ· σύγκειται δʼ οὕτω χθὼν ἡ παλὰς γῆ, πυρὶ κατῃθαλωμένη κεύθει κελαινὸν αἷμα Διονύσου θεοῦ, ἔχουσα κλῶνας Ἰσθμικοὺς ἀνὰ στόμα. ἦ ταῦθʼ εἶπεν οὐκ ἀνεγνώκαθʼ ὑμεῖς οἱ τὴν πίτυν ὡς οὐκ ἐπείσακτον οὐδὲ νέον ἀλλὰ πάτριον καὶ παλαιὸν δὴ στέμμα τῶν Ἰσθμίων σεμνύνοντες; ἐκίνησεν οὖν τοὺς νέους ὡς ἂν πολυμαθὴς ἀνὴρ καὶ πολυγράμματοςὁ μέντοι Λουκάνιος εἰς ἐμὲ βλέψας ἅμα καὶ μειδιῶν ὦ Πόσειδον· ἔφη τοῦ πλήθους τῶν γραμμάτων· ἕτεροι δʼ ἡμῶν τῆς ἀμαθίας ὡς ἔοικε καὶ τῆς ἀνηκοΐας ἀπέλαυον ἀναπείθοντες τοὐναντίον, ὡς ἡ μὲν πίτυς ἦν στέμμα τῶν ἀγώνων πάτριον, ἐκ δὲ Νεμέας κατὰ ζῆλον ὁ τοῦ σελίνου στέφανος ξένος ὢν ἐπεισῆλθε διʼ Ἡρακλέα, καὶ κρατήσας ἠμαύρωσεν ἐκεῖνον ὡς ἱερὸν ἐπιτήδειον· εἶτα μέντοι χρόνῳ πάλιν ἀνακτησαμένη τὸ πάτριον γέρας ἡ πίτυς ἀνθεῖ τῇ τιμῇ. ἐγὼ γοῦν ἀνεπειθόμην καὶ προσεῖχον, ὥστε καὶ τῶν μαρτυρίων ἐκμαθεῖν πολλὰ καὶ μνημονεύειν, Εὐφορίωνα μὲν οὕτω πως περὶ Μελικέρτου λέγοντα κλαίοντες δέ τε κοῦρον ἐπ αἰλίσι πιτύεσσι κάτθεσαν, ὁκκότε δὴ στεφάνων ἄθλοις φορέονται. οὐ γάρ πω τρηχεῖα λαβὴ κατεμήσατο χειρῶν μήνης παῖδα χάρωνα παρʼ Ἀσωποῦ γενετείρῃ, ἐξότε πυκνὰ σέλινα κατὰ κροτάφων ἐβάλοντο· Καλλίμαχον δὲ μᾶλλον διασαφοῦντα· λέγει δʼ ὁ Ἡρακλῆς αὐτῷ περὶ τοῦ σελίνου καί μιν Ἀλητιάδαι, πουλὺ γεγειότερον τοῦδε παρʼ Αἰγαίωνι θεῷ τελέοντες ἀγῶνα, θήσουσιν νίκης σύμβολον Ἰσθμιάδος, ζήλῳ τῶν Νεμέηθε· πίτυν δʼ ἀποτιμήσουσιν, ἣ πρὶν ἀγωνιστὰς ἔστεφε τοὺς Ἐφύρῃ. ἔτι δʼ οἶμαι Προκλέους ἐντετυχηκέναι γραφῇ, περὶ τῶν Ἰσθμίων ἱστοροῦντος, ὅτι τὸν πρῶτον ἀγῶνα ἔθεσαν περὶ στεφάνου πιτυΐνου· ὕστερον δέ, τοῦ ἀγῶνος ἱεροῦ γενομένου, ἐκ τῆς Νεμεακῆς πανηγύρεως; μετήνεγκαν ἐνταῦθα τὸν τοῦ σελίνου στέφανον. ὁ δὲ Προκλῆς οὗτος ἦν εἷς τῶν ἐν ἈκαδημείᾳΕενοκράτει συσχολασάντων.γελοῖος ἐδόκει τισὶ τῶν συνδειπνούντων ὁ Ἀχιλλεύς, ἀκρατότερον ἐγχεῖν τὸν Πάτροκλον κελεύων, εἶτʼ αἰτίαν τοιαύτην ἐπιλέγων οἱ γὰρ φίλτατοι ἄνδρες ἐμῷ ὑπέασι μελάθρῳ. Νικήρατος μὲν οὖν ὁ ἑταῖρος ἡμῶν, ὁ Μακεδὼν, ἄντικρυς ἀπισχυρίζετο μὴ ἄκρατον ἀλλὰ θερμὸν εἰρῆσθαι τὸ ζωρόν ἀπὸ τοῦ ζωτικοῦ καὶ τῆς ζέσεως, ὃ δὴ καὶ λόγον ἔχειν, ἀνδρῶν ἑταίρων παρόντων, νέον ἐξ ὑπαρχῆς κεράννυσθαι κρατῆρα· καὶ γὰρ ἡμᾶς, ὅταν τοῖς θεοῖς ἀποσπένδειν μέλλωμεν, νεοκρᾶτα ποιεῖν. Σωσικλῆς δʼ ὁ ποιητὴς, τοῦ Ἐμπεδοκλέους ἐπιμνησθεὶς εἰρηκότος ἐν τῇ καθόλου μεταβολῇ γίγνεσθαι ζωρά τε τὰ πρὶν ἄκρητα, μᾶλλον ἔφη τὸ εὔκρατον ἢ τὸ ἄκρατον ὑπὸ τἀνδρὸς ζωρὸν λέγεσθαι, καὶ μηδέν γε κωλύειν ἐπικελεύεσθαι τῷ Πατρόκλῳ τὸν Ἀχιλλέα παρασκευάζειν ᾖ εὔκρατον εἰς πόσιν τὸν οἶνον· εἰ δʼ ἀντὶ τοῦ ζωροῦ ζωρότερον εἶπεν, ὥσπερ δεξιτερὸν ἀντὶ τοῦ δεξιοῦ καὶ θηλύτερον ἀντὶ τοῦ θήλεος, οὐκ ἄτοπον εἶναι χρῆσθαι γὰρ ἐπιεικῶς ἀντὶ τῶν ἁπλῶν τοῖς συγκριτικοῖς, Ἀντίπατρος δʼ ὁ ἑταῖρος ἔφη τοὺς μὲν ἐνιαυτοὺς ἀρχαϊκῶς ὥρους λέγεσθαι, τὸ δὲ ζα μέγεθος εἰωθέναι σημαίνειν· ὅθεν τὸν πολυετῆ καὶ οἶνον ὑπὸ τοῦ Ἀχιλλέως ζωρὸν ὠνομάσθαι.ἐγὼ δʼ ἀνεμίμνησκον αὐτούς, ὅτι τῷ ζωρότερον τὸ θερμὸν ἔνιοι σημαίνεσθαι λέγουσι τῷ δὲ θερμοτέρῳ τὸ τάχιον· ὥσπερ ἡμεῖς ἐγκελευόμεθα πολλάκις τοῖς διακονοῦσι θερμότερον ἅπτεσθαι τῆς διακονίας. ἀλλὰ μειρακιώδη τὴν φιλοτιμίαν αὐτῶν ἀπέφαινον, δεδιότων ὁμολογεῖν ἀκρατότερον εἰρῆσθαι τὸ ζωρότερον, ὡς ἐν ἀτόπῳ τινὶ τοῦ Ἀχιλλέως; ἐσομένου καθάπερ ὁ Ἀμφιπολίτης Ζωίλος ὑπελάμβανεν, ἀγνοῶν ὅτι πρῶτον μὲν ὁ Ἀχιλλεὺς τὸν Φοίνικα καὶ τὸν Ὀδυσσέα πρεσβυτέρους ὄντας εἰδὼς οὐχ ὑδαρεῖ χαίροντας ἀλλʼ ἀκρατοτέρῳ καθάπερ οἱ ἄλλοι γέροντες, ἐπιτεῖναι κελεύει τὴν κρᾶσιν. ἔπειτα Χείρωνος ὢν μαθητὴς καὶ τῆς περὶ τὸ σῶμα διαίτης οὐκ ἄπειρος ἐλογίζετο δήπουθεν, ὅτι τοῖς ἀργοῦσι καὶ σχολάζουσι παρὰ τὸ εἰωθὸς σώμασιν ἀνειμένη καὶ μαλακωτέρα κρᾶσις ἁρμόζει. καὶ γὰρ τοῖς ἵπποις ἐμβάλλει μετὰ τῶν ἄλλων χορτασμάτων τὸ σέλινον οὐκ ἀλόγως, ἀλλʼ ὅτι βλάπτονται μὲν οἱ σχολάζοντες ἀσυνήθως; ἵπποι τοὺς πόδας· ἔστι δὲ τούτου μάλιστʼ ἴαμα τὸ σέλινον. ἄλλοις γοῦν οὐκ ἂν εὕροις παραβαλλόμενον ἵπποις ἐν Ἰλιάδι σέλινον ἤ τινα. τοιοῦτον χιλόν. ἀλλʼ ἰατρὸς ὢν ὁ Ἀχιλλεὺς τῶν θʼ ἵππων πρὸς τὸν καιρὸν οἰκείως ἐπεμέλετο καὶ τῷ σώματι τὴν ἐλαφροτάτην δίαιταν, ὡς ὑγιεινοτάτην ἐν τῷ σχολάζειν, παρεσκεύαζεν· ἄνδρας δʼ ἐν μάχῃ καὶ ἀγῶνι διʼ ἡμέρας γεγενημένους οὐχ ὁμοίως ἀξιῶν διαιτᾶν τοῖς ἀργοῦσιν ἐπιτεῖναι τὴν κρᾶσιν ἐκέλευσε. καὶ μὴν οὐδὲ φύσει φαίνεται φίλοινος ἀλλʼ ἀπηνὴς ὁ Ἀχιλλεύς οὐ γάρ τι γλυκύθυμος ἀνὴρ ἦν οὐδʼ ἀγανόφρων,ἀλλὰ μάλʼ ἐμμεμαώς· καί που παρρησιαζόμενος ὑπὲρ αὑτοῦ πολλάς φησὶν ἀύπνους νύκτας ἰαῦσαι· βραχὺς δʼ ὕπνος οὐκ ἐξαρκεῖ τοῖς χρωμένοις ἀκράτῳ. λοιδορούμενος δὲ τῷ Ἀγαμέμνονι πρῶτον αὐτὸν οἰνοβαρῆ προσείρηκεν, ὡς μάλιστα τῶν νοσημάτων τὴν οἰνοφλυγίαν προβαλλόμενος. διὰ ταῦτα δὴ πάντα λόγον ·